← 亚历山太的革利免

杂记

§2.3.10-2.3.11

驳异端宿命论与对自由意志的辩护

作者阐述了巴西里德派与瓦伦廷派将信仰与知识视为先天的本性特权之决定论观点,进而驳斥道,若本性决定了一切,自由抉择、罪的悔改以及基督信仰的整套救赎秩序都将变得毫无意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.10

Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ.1 οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν, τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ’ ἕκαστον διάστημα, κατ’ ἐπακολούθημα δ’ αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.

在此,巴西里德的追随者认为信仰是天生本性的,因为他们也将信仰归于选民之列,认为信仰无需论证便能通过知性领悟发现受教的事物。另一方面,瓦伦廷的追随者把信仰分派给我们这些纯朴的人,而把知识归给他们自己,希望它内在于那些因优越种子的特异禀赋而在本性上得救的人之中,声称知识与信仰相隔甚远,正如属灵的与属血气的相隔一样。此外,巴西里德的门徒还说,信仰与拣选同时适于每一个宇宙层面,而作为超越世界之拣选的后果,一切本性的世俗信仰也随之而来,并且信仰的恩赐与各人的盼望是相称的。

§2.3.11

οὐκέτ’ οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ’ ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην· νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τό τε ἑκούσιον καὶ τὸ ἀκούσιον παρέλκει2 ὁρμή τε ἡ προκαθηγουμένη τούτων. καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὗ τὸ ὁρμητικὸν ἀνάγκην λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτίας κινούμενον. ποῦ δὲ ἔτι ἡ τοῦ ποτὲ ἀπίστου μετάνοια, δι’ ἣν ἄφεσις ἁμαρτιῶν; ὥστε οὐδὲ βάπτισμα ἔτι εὔλογον οὐδὲ μακαρία σφραγὶς οὐδὲ ὁ υἱὸς οὐδὲ ὁ πατήρ· ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή,3 τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἑκούσιον πίστιν, οὐκ ἔχουσα.

因此,如果信仰是本性的特权,它便不再是意志抉择的功绩,不信的人因无可指责而得不到公义的报应,信的人也并非有功的原因;在正确推论的人看来,信仰与不信的全部特质与差异,既不能受到称赞,也不能遭受责备,因为它们将源自全能者的本性必然性作为前导原因。当我们像无生命之物一样被本性的作用如木偶般拉扯时,自愿与不自愿,连同先于它们导引的冲动,便都成了多余之物。至于其冲动能力受制于必然性、被外在原因推动的事物,我本人便不再认为它是活物。此外,曾经不信之人的悔改又在哪里呢?罪的赦免正是借着悔改而来的。这样一来,连洗礼、受福的印记、子和父就都不再合乎理据了;依我看,他们对诸本性的分配本身反倒成了一个神,却不具备救赎的根基——自愿的信仰。

语法注3 条
  1. 2.3.10τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ

    现在分词 εὑρίσκουσαν 在性、数、格上与前文的代词 αὐτήν(即 τὴν πίστιν)一致,作为补充性修饰成分,阐明巴西里德派赋予信仰的功能:即把信仰归于拣选,认为它通过知性领悟而无需论证即可发现受教之事物。

  2. 2.3.11παρέλκει

    此处作不及物动词,意为“是多余的”、“无意义的”或“落空的”。由连词 τε...καί 连接的并列主语为 τό τε ἑκούσιον καὶ τὸ ἀκούσιον(自愿与不自愿)以及后接的 ὁρμή τε...(引导它们的冲动)。其逻辑在于:若人如木偶般受本性外力必然决定,则意志的自发性及行动冲动本身皆归于徒劳无益。

  3. 2.3.11ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή

    句子骨干为主谓倒置:带定冠词的短语 ἡ τῶν φύσεων διανομή(诸本性的分配)为主语,无冠词的 θεός 为表语名词,εὑρίσκεται 为联系动词(“被发现为/结果成……”)。通过倒置将 θεός 置于句首,强调了作者辛辣的批判:他们将对本性的机械划分本身当作了神。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.3.10-2.3.11