← 亚历山太的革利免

杂记

§2.2.7-2.2.9

寻求真智慧与作为认知根基的信仰

克莱门特引用《箴言》勉励人寻求真正的智慧与公义,阐明当借圣灵探求奥秘,同时不可将真理授与不信之人。他结合赫拉克利特与圣经的见证,论证了信仰乃是理智领悟、确知(科学)与明智行动的根基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.7

πῶς δ’ οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης1 πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφός, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, σοφώτερος ἔσται κατὰ τὴν γνῶσιν, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ’ οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ’ οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι τὰ βάθη τοῦ θεοῦ, τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ἐπήβολοι γίνονται· τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσὶν ἀπαγορεύεται, ἔστ’ ἂν μένῃ θηρία· οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ὕδατος.

按照所罗门的说法,那些愿意学习并有能力“知晓智慧与管教,领悟明达的言语,接受言语的奥妙,领悟真正的公义”(仿佛还有另一种并非出于真理、而是由希腊法律和其他哲学家所教授的公义一般),并且“引导审判”的人,怎能不配受到接纳呢? ——他所指的并非法庭上的裁决,而是昭示着我们内里的评判准则必须保持健全且不走偏—— “为要使愚蒙人得着机巧,使少男得着知识与谋略。智慧人听见这些”,即深信当顺服诫命的人,在知识上“必更加有智慧,聪明人必获得指引,明达比喻与隐语,知晓智者的言词与谜语。” 因为蒙神默示之人所宣讲的绝非伪言,从他们那里获取言语的人亦然;他们也绝不设下圈套——多数诡辩家因不致力于任何真理,便用圈套缠住青年人——相反,得着圣灵的人鉴察“上帝深奥的事”,即领悟了有关预言的隐藏真义。然而,只要他们仍如野兽一般,把圣物给狗就是被禁止的;因为决不可将神圣纯净的泉流、活水,倾注给那些心怀嫉妒、混乱不宁且依然不信的品性,他们在探求中厚颜狂吠:

§2.2.8

μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα. οὐ γὰρ φρονέουσι τοιαῦτα οἱ πολλοὶ ὁκοίοισ’ ἐγκυρέουσιν οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι, κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρ’ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ’ ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον· ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ.

“因此,水不可为你溢出你的泉源之外,你的泉水当流在街市上。” “因为大多数人对自己所经历的事物并无如此觉察,即便学过也不认识,却自以为懂得,”正如高贵的赫拉克利特所言。难道你不觉得他也是在责备那些不信的人吗? “但我的义人必因信得生,”先知说。另一位先知也说: “你们若是不信,定不能领会。” 因为当内心还在对受教产生不信的争辩时,灵魂怎能领受对这些事物的超绝观照呢?至于信仰——希腊人诽谤它,以为它是空洞而野蛮的——其实是一种自愿的先验认知,是对虔敬的认同,如神圣的使徒所说,是“所望之事的实底,是未见之事的确据; 古人在这上面”至深地 “得了美名。人非有信,就不能得上帝的喜悦。”

§2.2.9

ἄλλοι δ’ ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν συγκατάθεσιν. εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική,2 ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν. ἐθελοντὴν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή. μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. αὐτίκα ἡ μελέτη τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη. τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεοσεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι. Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν· ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ. οὐκέτ’ οὖν πίστις γίνεται δἰ ἀποδείξεως ὠχυρωμένη.3 μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.

另有人将信仰界定为对不可见事物的知性认同,正如论证是对未知事物的显明认同一样。如果信仰是一种具有企求倾向的抉择(意志决定),而这种企求在此是理智性的;且由于抉择是行动的开端,那么信仰便被断定为行动的开端,是明智抉择的根基——乃是人借着信仰先在自身中印证了论证。自愿顺从有益之事乃是领悟的开端。专注无碍的抉择确实为通向知识提供了巨大的动力。转瞬间,对信仰的践行便成了建立在稳固根基上的确知(科学知识)。哲学的传人们确实将科学知识定义为“不可被理性动摇的心态境界”。那么,除了唯有道(基督)为导师的虔敬自身之外,难道还存在其他这样真正的状态吗?我并不认为存在。泰奥弗拉斯托斯也说,感觉是信仰(确信)的起点;因为诸原则正是由此延伸至我们内在的理性和理智中。因此,凡信靠神圣经卷、具有稳固判断的人,便把赐予经卷之上帝的声音视为无可辩驳的论证。因此,这便不再是靠论证得以巩固的信仰了。 “因此,那些没有看见就信的有福了。” 诚然,塞壬的魅惑展示出超凡的力量,震慑了在场的人,使他们几乎不由自主地预备好接受所讲述的话语。

语法注3 条
  1. 2.2.7ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης

    由 ὡς 引出的独立属格结构(οὔσης ἑτέρας)。此处 ὡς 表明主观意图或语境假设(“仿佛存在……”),解释前文“真正的公义”(δικαιοσύνην ἀληθῆ)这一表述意在对照异教法律与哲学家所传授的虚假公义。

  2. 2.2.9εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική

    条件从句结构中含有省略。在条件句前半部分须补充主语 πίστις:εἰ μὲν οὖν [πίστις] προαίρεσίς ἐστιν(“若[信仰]是一种抉择”);其后的 ὀρεκτική τινος οὖσα 作同位语分词;在 ἡ ὄρεξις νῦν διανοητική 中则省略了系动词 ἐστί(“这一企求在此[即信仰中]是理智性的”)。

  3. 2.2.9οὐκέτ’ οὖν πίστις γίνεται δἰ ἀποδείξεως ὠχυρωμένη

    副词 οὐκέτι(“不再”)修饰与 πίστις 通过 γίνεται 构成的谓语分词 ὠχυρωμένη。就上下文而言,这表明既然信徒已将上帝自身的声音视作无可辩驳的证明,那么这种信仰就“不再是通过(人类理性的)论证来得以巩固的信仰了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.2.7-2.2.9