- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.23.140-2.23.143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了为了祖国、子嗣继嗣及世界的延续而结婚的必然性,援引疾病与衰老中妻儿的照护、古代法令及诗文为据,强调婚姻当摒弃污秽放纵,建立在理性的和谐与纯洁之上。
Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφ’ ἡμῖν1 συντελειώσεως. ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταὶ ἡμιτελῆ καὶ ἄπαιδα, μακαρίζουσι δὲ τὸν ἀμφιθαλῆ. αἱ δὲ σωματικαὶ νόσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσιν· ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν ἀναγκαία βοηθός.
因此,无论是为了祖国,为了子嗣的延续,还是为了在我们能力范围内促成世界的完满,都绝对应当结婚。因为诗人们亦怜悯那未完而无嗣的婚姻,却称颂那子孙繁茂的婚姻。肉体的疾病更尤为表明婚姻的必要;因为妻子的照拂与长久相伴的恳切,似乎超越了其他亲友的看护,因她比众人更愿以同情脱颖而出并侍奉在侧,且依照经书所言,她确是“必要的帮手”。
ὁ γοῦν κωμικὸς Μένανδρος καταδραμὼν τοῦ γάμου, ἀλλὰ καὶ τὰ χρήσιμα ἀντιτιθεὶς ἀποκρίνεται τῷ εἰπόντι "πρὸς τὸ πρᾶγμα ἔχω κακῶς. Β. ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις." εἶτ’ ἐπιφέρει· "τὰ δυσχερῆ τε καὶ τὰ λυπήσοντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δὲ ἀγαθὰ οὐκ ἐπιβλέπεις "καὶ τὰ ἑξῆς. βοηθεῖ δὲ ὁ γάμος καὶ ἐπὶ τῶν προβεβηκότων τῷ χρόνῳ παριστὰς τὴν γαμετὴν ἐπιμελομένην καὶ τοὺς ἐκ ταύτης παῖδας γηροβοσκοὺς ἐκτρέφων. παῖδες δὲ "ἀνδρὶ κατθανόντι κληδόνες γεγάασι· φελλοὶ δ’ ὥς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου "κατὰ τὸν τραγικὸν Σοφοκλέα. οἵ τε νομοθέται οὐκ ἐπιτρέπουσι τὰς μεγίστας ἀρχὰς τοῖς μὴ γαμήσασι μετιέναι. αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας· ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν· εἰ γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφ’ ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τάς τε πόλεις καὶ τὸν κόσμον τὸν ἐκ τούτων.
至少,喜剧诗人米南德在抨击了婚姻之后,又将其实用之处相提并论,回应那位说“我对这事感到不顺心”的人道:“只因你笨拙地看待它。”接着他又说道:“你只看见其中麻烦的和将令你痛苦的事,却不省察其中的益处”,诸如此类。此外,婚姻在年事已高之人身上亦有所助益,它使照料的妻子侍立于侧,并将她所生的子女抚养成赡养晚年之人。 而按照悲剧诗人索福克勒斯的说法,“儿女乃是人死后的名望之声;犹如软木漂起渔网,将亚麻织线从深渊中拯救保全”。立法者们亦不容许未婚之人谋取最高官职。例如,拉栖代梦人的立法者不仅设立了不婚罪的惩罚,还设立了恶婚罪、晚婚罪与独居罪的罚则。高贵的柏拉图亦命令未婚者向公库缴纳一名妇人的赡养费,并将应纳的开销呈交长官;因为如果他们因不婚而不生儿育女,他们就会在自身能力范围内造成男丁的匮乏,从而毁灭城邦以及由城邦构成的世界。
τὸ δὲ τοιοῦτον ἀσεβὲς θείαν γένεσιν καταλυόντων.2 ἤδη δὲ ἄνανδρον καὶ ἀσθενὲς τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν συμβίωσιν. οὗ γὰρ ἡ ἀποβολὴ κακόν ἐστι, τούτου πάντως ἡ κτῆσις ἀγαθόν· ἔχει δ’ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασίν. ἡ οὖν τῶν τέκνων κτῆσις ἀγαθόν. εἰ δὲ τοῦτο, καὶ ὁ γάμος. "ἄνευ δὲ πατρὸς (φησὶ) τέκνον οὐκ εἴη ποτ’ ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου. "
而毁灭神圣生殖之人的这种行径乃是不虔敬的。此外,逃避与妻子和儿女共同生活,本身已是缺乏男子气概且懦弱的表现。因为凡是失去它即为恶的事物,拥有它必然是善;在其余事物上亦是如此。然而他们说,失去子女确属至大的恶事之一。因此拥有子女乃是善事。若是如此,婚姻亦然。 诗人说道:“无父则子绝不可有,无母则甚至连胎孕亦不能成。”
πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ’ οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ’ ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ’ ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ’ εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι τὸν γάμον. πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι τὰ σπέρματα οἱ γεωργοὶ. πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας3 συνᾴδουσαν τῇ φύσει μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.
婚姻造成父亲,正如丈夫造成母亲。因此荷马亦将“丈夫与家室”列为最大的祈愿,但并非单单如此,而是伴随着“美好的同心”。因为寻常之人的婚姻是在纵欲中取得一致,而致力于哲学之人的婚姻则导向依照理性的和谐,它准许妇人装饰品格而非容貌,吩咐做丈夫的不可将肉体放纵视为目的而将妻子当作情人对待,而当为一生的互助与至善的节制而维系婚姻。因为我想,相比于在适宜季节播下的麦子和大麦,那被播种的、万物皆为其生长的人乃是更为尊贵的;而农夫播下那些麦种时尚且是清醒戒绝醉酒的。因此,一切污秽不洁的行径都必须从婚姻中涤除,免得我们遭受指责,说无理性动物的交合竟然按照公认的界限比人类的结合更加与自然相契合。
- 2.23.140τὸ ὅσον ἐφ’ ἡμῖν
带有定冠词 τὸ 与关系代词 ὅσον 的对格短语,在此作副词性状语(关系对格/限制对格),意为“就我们能力所及”或“就我们而言”。
- 2.23.142καταλυόντων
现在时主动分词属格复数。在句法上既可视为省略了泛指主语的属格绝对独立结构,但更自然的是作为依附于 τὸ δὲ τοιοῦτον ἀσεβές 的属性或施事者属格,表示“在毁灭……之人看来/破坏……之人行此事乃是不虔的”。
- 2.23.143τῆς ἀνθρωπίνης συζυγίας
由比较级副词 μᾶλλον 所支配的比较属格。整句意为“免得我们遭受指责,说无理性动物的交合竟然比人类的婚配(τῆς ἀνθρωπίνης συζυγίας)更加与自然相契合”。
