- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.23.137-2.23.139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将婚姻定义为为了生育婚生子女而依法结合的制度,指出婚姻是取决于时机、年龄与当事人的相对事项。随后他简评了柏拉图、德谟克利特、伊壁鸠鲁、斯多亚派和漫步学派的婚姻观,并借自然构造与动物的配偶节制批判了放纵的欲望。
Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γνησίων τέκνων σπορᾷ. ὁ γοῦν κωμικὸς Μένανδρος "παίδων (φησὶν) ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα." ζητοῦμεν δὲ εἰ γαμητέον, ὅπερ τῶν κατὰ τὸ πρός τί πως ἔχειν ὠνομασμένων1 ἐστίν. τίνι γὰρ γαμητέον καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία μέχρι τίνος. οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ’ οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.
既然婚姻被认为顺从于快乐与欲望,对此亦当予以考察。婚姻乃是男女为了播种婚生子女而依法的初次结合。喜剧诗人米南德便说道:“为了耕殖婚生子女,我将我自己的女儿许配于你。” 然而我们在探究是否应当结婚,这属于被称作“具有某种关系状态”的事物。因为究竟何人应当结婚,且处于何种状态,又当与何种女子结婚,且她处于何种状态?因为既非人人都当结婚,亦非在任何时候都当结婚;而是存在适宜的时节、恰当的当事人,以及直至何时的一定年龄。因此,并非人人可以与任何女子结婚,亦非在任何时候都可结婚,更绝非毫无限制且放任无度,而当是由处于某种状态的人,与适宜的女子,在必要之时,为了子女的缘故,且各方面均般配、非出强迫或无奈而爱慕那爱她之丈夫的女子结婚。
ὅθεν ὁ Ἀβραάμ φησιν ἐπὶ τῆς γυναικὸς σκηπτόμενος ὡς ἀδελφῆς· ἀδελφή μοί ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός, ἐγένετο δέ μοι καὶ εἰς γυναῖκα, τὰς ὁμομητρίους μὴ δεῖν ἄγεσθαι πρὸς γάμον διδάσκων. Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων μεταλαμπαδευομένην. Δημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκὰς ἀπὸ τῶν ἀναγκαιοτέρων. συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ ἀοχλησίᾳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται. ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὅ τε γάμος ἥ τε παιδοτροφία, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν. οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι.2 ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδονήν.
因此,亚伯拉罕就其妻子推诿称其为妹时说道:“她确是我的妹妹,同父异母,后来作了我的妻子”,借此教导人不当娶同母的女子为妻。 让我们简短回顾一下各派学说。柏拉图将婚姻归于外在的善,他设想借此使我们的人类族类达致不朽,如火炬传递至子子孙孙般得到某种延续。德谟克利特则因婚姻与生育带来诸多不快并使人脱离更紧要之事而加以排斥。伊壁鸠鲁以及所有将善等同于快乐、安逸与无苦痛之人,亦与他站在一起。此外,在斯多亚派看来,婚姻与抚养子女乃是无涉之事(中性之事),而在游漫学派(漫步学派)看来则是善。总括而言,这些哲人仅将教义挂在舌尖,自己却沦为快乐的奴隶;他们有的蓄妾,有的狎妓,大多数人则恋慕少年。而花园里那著名的“智慧四哲”,竟与名妓一起在行动中颂扬快乐。
οὐκ ἂν οὖν ἐκφύγοιεν τὴν Βουζύγιον ἀρὰν3 ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἢ αὖ τοὔμπαλιν. τοῦτο βραχέως ἡ γραφὴ δεδήλωκεν εἰρηκυῖα· ὃ μισεῖς, ἄλλῳ οὐ ποιήσεις. πλὴν οἱ γάμον δοκιμάζοντες ἡ φύσις ἡμᾶς ἐποίησεν φασὶν εὐθέτους πρὸς γάμον, ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν, καὶ τὸ αὐξάνεσθε καὶ πληθύνεσθε συνεχῶς ἐπιβοῶνται. εἰ δὲ καὶ ταῦθ’ οὕτως ἔχει, ἀλλ’ αἰσχρόν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἃ τὴν ἐπιμιξίαν οὐ ποιεῖται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἓν καὶ ὁμόφυλον, οἷαι αἱ πελιάδες καὶ αἱ φάσσαι καὶ τὸ τρυγόνων γένος καὶ ὅσα τούτοις παραπλήσια. ἔτι, φασίν, ὁ ἄτεκνος τῆς κατὰ φύσιν τελειότητος ἀπολείπεται ἅτε μὴ ἀντικαταστήσας τῇ χώρᾳ τὸν οἰκεῖον διάδοχον· τέλειος γὰρ ὁ πεποιηκὼς ἐξ αὑτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κἀκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι.4
因此,凡是不认为某事对自己有益却劝告他人去行,或者反其道而行的人,绝难逃脱布齐格斯的诅咒。圣经简短地明示了这一点:“你所厌恶的,不可加于别人。” 不过,赞同婚姻的人主张“自然造就我们适于婚姻”,这从男女身体的构造中便显而易见,并且他们不断高呼“要繁衍增多”这句话。即使情况确是如此,但由神所造的人竟然比无理性的动物更加不知节制,这至少应当被他们视为可耻之事;因为动物并不与多数且任意放纵地交合,而是与单一个体且同种的交合,如鸽子、野鸽、斑鸠之类以及诸如此类的生物。此外他们还说,无子之人未能达致依循自然的圆满,因其未在原位留下属于自己的继嗣;因为那从自身产生与自己相似者的人乃是完全的,更确切地说,乃是当他看见自己的后代亦行了同样之事,亦即他使受生之子达致与生者相同的自然状态之时。
- 2.23.137τῶν κατὰ τὸ πρός τί πως ἔχειν ὠνομασμένων
实体化的属格分词短语 τῶν ... ὠνομασμένων 在表语中作部分属格,意为“属于被称作……的事物之一”。短语 κατὰ τὸ πρός τί πως ἔχειν(“处于某种关系状态”)是借用斯多亚学派四范畴说中第四范畴(πρός τί πως ἔχον,相对态/关系态)的专门术语,用以说明结婚与否并非绝对之事,而是由“何人、与谁、在何时”等相对关系条件所决定的行动。
- 2.23.138οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι
承接前文主句动词 ἐδουλώθησαν(“沦为奴隶”)的并列分词结构。主格分词 κεχρημένοι 与分属项 οἳ μὲν ... οἳ δὲ ... οἱ πλεῖστοι 相配合,构成对前述哲学家群体的“全体—部分同位结构”(schema kath' holon kai meros),在句中起到了独立叙述各类哲人如何放纵于欲望的作用。
- 2.23.139Βουζύγιον ἀρὰν
指雅典关于耕作始祖布齐格斯(Buzyges)的祭司在仪式中所宣读的传统诅咒(针对拒绝向迷路者指路、不肯与人分享火种等违背基本社会互助道德的行为)。作者以此成语指责那些言行不一、将自己不以为善之事强加给他人(或反之)的虚伪哲人。
- 2.23.139ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι
由 ὅταν 引导的时间状语从句。主语承前指生育后代之人。与格 τῷ τεκνώσαντι 依附于表示相同性的短语 τὴν αὐτήν(与……相同,伴随/相似与格),整句意为“当他使受生之子(宾语 τὸ τεκνωθὲν)达致与生者(τῷ τεκνώσαντι)相同的自然状态之时”。
