← 亚历山太的革利免

杂记

§2.22.134-2.22.136

依循圣经的真正终极目的与同化于神

总结对异教哲学终极目的论的考察,并依据圣经经文(保罗书信、以西结书、以赛亚书、箴言)确立真正的终极目的是顺从诫命、同化于神,以及达致神圣应许与义子名分的复归。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.134

Καὶ τὰ μὲν ὧδε ἐχέτω, αἱ δὲ ἀντιρρήσεις αἱ πρὸς τὰς εἰρημένας δόξας κατὰ καιρὸν τεθήσονται, ἡμῖν δὲ αὐτοῖς εἰς τέλος ἀτελεύτητον ἀφικέσθαι πρόκειται πειθομένοις ταῖς ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατ’ αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ θείου θελήματος γνώσεως· ἥ τε πρὸς τὸν ὀρθὸν λόγον ὡς οἷόν τε ἐξομοίωσις τέλος ἐστὶ καὶ εἰς τὴν τελείαν υἱοθεσίαν διὰ τοῦ υἱοῦ ἀποκατάστασις, δοξάζουσαν1 ἀεὶ τὸν πατέρα διὰ τοῦ μεγάλου ἀρχιερέως τοῦ ἀδελφοὺς καὶ συγκληρονόμους καταξιώσαντος2 ἡμᾶς εἰπεῖν. καὶ ὁ μὲν ἀπόστολος συντόμως τὸ τέλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διαγράφων λέγει· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας. δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον· διττὴν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἐλπίδος ἀποκατάστασιν· ἡ γὰρ ὑπομονή, φησί, δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. δἰ ἣν ἀγάπην καὶ ἡ εἰς τὴν ἐλπίδα ἀποκατάστασις, ἣν ἀνάπαυσιν ἀλλαχοῦ λέγει ἀποκεῖσθαι ἡμῖν.

关于这些事情就到此为止吧;针对上述诸见解的反驳将在适当时机提出。而摆在我们自己面前的,乃是通过顺从诫命——亦即顺从神——并通过对神圣意愿的认识而依循诫命无可指责且有知识地生活,从而达致无尽的终极目的。尽可能同化于正理乃是终极目的,并且是通过子达致完全之义子名分的复归,这一名分始终通过那位屈尊称我们为“弟兄”与“同作后嗣者”的大祭司荣耀着父。使徒在《罗马书》中亦简明地描述这终极目的说:“但现今你们既然脱离了罪,成了神的奴仆,就有成圣的果子,而其终局乃是永生。”他既知盼望是双重的——其一为所期待的,其二为已领受的——便指明盼望的复归已然是终极目的:“因为忍耐,”他说,“生老练,老练生盼望;盼望不至于蒙羞,因为神的爱借着赐给我们的圣灵浇灌在我们的心里。”正是因着这爱,才有了归于盼望的复归,他在别处称之为为我们存留的安息。

§2.22.135

τὰ ὅμοια καὶ παρὰ τῷ Ἰεζεκιὴλ εὕροις ἂν οὕτως ἔχοντα· ἡ ψυχὴ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνη, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν ἄρτον αὐτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν· δίκαιός ἐστι, ζωῇ ζήσεται, λέγει ἀδωναῒ κύριος, ὅ τε Ἡσαΐας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακαλῶν, μὴ τὴν αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστὰς ὧδέ φησι· ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς ὁδοὺς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον, καὶ ἐλεηθήσεται ἕως καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. ἡμεῖς τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δἰ ἀγάπης ἐνεργουμένη. ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἕως κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. τὰ ὅμοια τῷ Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι πεποιθώς· ἡ γὰρ τῆς ἐλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηται· διὸ τοῦ κατασκηνώσει τῇ λέξει παγκάλως προσέθηκε τὸ πεποιθώς, δεικνὺς τὸν τοιοῦτον ἀναπεπαῦσθαι ἀπολαβόντα ἣν ἤλπιζεν ἐλπίδα, διὸ καὶ ἐπιφέρει· καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαρρήδην φησί· μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ, ἵνα γένηται ἐκεῖνο· εἰ ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, Χριστὸς δὲ θεοῦ. τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται,3 τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν. ἐκ τούτων οὖν αἱ πηγαὶ τῶν περὶ τέλους δογματισάντων ἅς προειρήκαμεν βλύζουσιν. ἀλλὰ τούτων μὲν ἅλις

在以西结那里亦可发现类似之义如是表述:“犯罪的灵魂,它必死亡。一个人若是公义,行公理与正义,未曾在山上进食,未曾向以色列家的偶像举目,未曾玷污邻舍的妻子,未曾亲近经期不洁中的妇人”(因为神不愿人类的播种成为放纵之事),“亦不亏负人,”他说,“将负债者的抵押品归还,不行抢夺,将自己的饼给饥饿的人,用衣服遮盖赤身者,不借出自己的银子取利,不收取暴利,缩手不行不义,在人与邻舍之间施行真实审判,依循我的律例行事,遵守我的典章以行真理:他是公义的,他必定存活,主耶和华说。”而以赛亚在劝勉信者达致生命之庄严、劝勉真知者达致凝思沉潜时,表明人与神的德性并不相同,如是说道:“当寻求耶和华,在寻得祂时便求告祂;当祂临近你们时,恶人当离弃自己的道路,不法之人当离弃自己的道路,归向耶和华,就必蒙怜悯,”直至“你们的意念离我的意念”。 因此,我们依从那高贵的使徒,“凭着信热切等候义的盼望。因为在基督里,受割礼不受割礼全无功效,唯独借着爱运行的信心才有效力。”“我们愿你们各人显出同样的殷勤,使盼望达致完全确信,”直至“照着麦基洗德的等次永远成了大祭司”。那具备诸般美德的智慧亦与保罗言论相似:“那听从我的,必仰赖盼望而居住”;因为盼望的复归同名地被称为“盼望”。 因此在“必居住”这一用语旁,它极佳地加上了“仰赖”,表明这等人已得安息,领受了自己所盼望的盼望;故此它又补充道:“并必平静安稳,不怕灾祸。”使徒在《哥林多前书》中更是直白地明言:“你们该效法我,像我效法基督一样”,以此成就那句话:“若你们效法我,而我效法基督,那么你们便是效法基督,而基督则是效法神。” 因此,他将尽可能同化于神——带着明智成为正义与虔敬——设立为信仰的标的,而将依于信仰对应许的复归设立为终极目的。由此,前文所提那些就终极目的立说者的泉源乃涌流而出。不过关于这些已说得足够了。

语法注3 条
  1. 2.22.134δοξάζουσαν

    此处为阴性宾格现在分词,其语法所指对象实为做主格表语的名词 ἀποκατάστασις(复归)。出现宾格是出于意念构文(constructio ad sensum,将后半句视为不定式宾格结构)。在句法上将其理解为修饰对义子名分的复归。

  2. 2.22.134καταξιώσαντος

    属格分词 καταξιώσαντος 与先行词 τοῦ μεγάλου ἀρχιερέως(大祭司)一致。它支配不定式 εἰπεῖν,后者带直接宾格 ἡμᾶς 以及作宾语补足语的述语宾格 ἀδελφοὺς καὶ συγκληρονόμους(“屈尊称我们为弟兄与同作后嗣者”)。

  3. 2.22.136τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται

    动词 ὑποτίθεται(设立/视作)带直接宾语 τὴν ἐξομοίωσιν,并带述语宾格 σκοπὸν τῆς πίστεως(“将同化……设立为信仰的标的”)。嵌入的短语 εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι 引自柏拉图《泰阿泰德篇》,作为同位语从属结构界定同化(ἐξομοίωσις)的具体内涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.22.134-2.22.136