← 亚历山太的革利免

杂记

§2.22.131-2.22.133

柏拉图与古学园派关于终极目的的学说

作者阐述了柏拉图关于作为诸相之善及其分有(同化于神)的双重终极目的论,引证《法律篇》与《泰阿泰德篇》并将其与基督教关于神的形象与样式的教义相照应,随后概述了古学园派(斯派西波斯、克塞诺克拉底、波勒谟)关于幸福的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.131

Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου1 καὶ τὴν ἀπ’ αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας. διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ Περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρ’ ἕκαστα διδάσκειν ὡς ὁ αὐτὸς δίκαιός τε καὶ εὐδαίμων ἀνὴρ καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταρᾶσθαι ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι· ἀσεβεῖς γὰρ τῷ ὄντι οἱ τὸ συμφέρον ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες. αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν,2 δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον ἀγαθὸν καὶ πληρέστατον λέγει. ἔσθ’ ὅτε δὲ βίον ὁμολογούμενον καὶ σύμφωνον αὐτὴν ἀποκαλεῖ, καὶ ἔσθ’ ὅτε τὸ κατ’ ἀρετὴν τελειότατον, τοῦτο δὲ ἐν ἐπιστήμῃ τοῦ ἀγαθοῦ τίθεται καὶ ἐν ἐξομοιώσει τῇ πρὸς τὸν θεόν, ὁμοίωσιν ἀποφαινόμενος δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως εἶναι. ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν κατ’ εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθ’ ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν ἐκδέχονται;

确实,哲学家柏拉图说终极目的是双重的:其一为可分有且原初存在于诸相本身之中的,他亦称之为“善”;其二为分有前者并接受源于其之相似性的,这发生于那些追求德性与真哲学的凡人身上。因此克莱安西斯在《论快乐》第二卷中也说,苏格拉底不断教导说同一人既是正义的又是幸福的,并诅咒那最初将正义与有益割裂开来的人,视其做出了不虔敬之事;因为那些将有益与合乎法律的正义割裂开来的人,确实是不虔敬的。柏拉图自己说,幸福即是守护神(代蒙)处于良好状态,守护神被称为我们灵魂的统领部分,而幸福则是最完满、最充盈的善。有时他称之为协调且一致的生命,有时则称为依循德性的至全状态;他将此置于对善的知识中以及对神的同化中,宣称同化乃是带着明智而成为正义与虔敬之人。难道我们教内的某些人不正是这样理解的吗:人于诞生之初便立即领受了“照着形象”,而“按着样式”则是后来在达致完全时才将领受的?

§2.22.132

αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει· πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. λέγει γοῦν ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν πάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός. ὁρᾷς ὅπως καὶ αὐτὸς εὐλάβειαν προσάγει τῷ θείῳ νόμῳ; ἐπιφέρει γοῦν· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος. εἶτα τούτοις τὰ ἀκόλουθα συνάψας καὶ τῷ φόβῳ νουθετήσας ἐπιφέρει· τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. τὸν οὖν τῷ θεῷ προσφιλῇ γενησόμενον εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι.

例如,柏拉图教导这同化将带着谦卑伴随着有德之人,在某种意义上正阐释了那句话:“凡自卑的,必被升高。”他在《法律篇》中至少这样说:“神如古老传说所言,掌管万物的开端、中途与终结,依循自然周行而径直成就;追随着祂的,始终是惩罚背弃神圣律法者的正义之神。”你可看到他自身如何亦对神圣律法引入虔敬?他至少补充道:“那将要享福之人紧紧追随她,保持谦卑与有序。”随后,他在将紧承之义串联起来并以敬畏相训诫之后补充道:“那么,怎样的行动是神所喜悦且紧随神的呢?那是一种具有单一古老道理的行动:同类对于身为有节度的同类而言是友善的,而不合度量者无论彼此之间还是对于合乎度量者而言都不是友善的。因此,那将成为神所喜悦的人,必然须尽可能在自己的能力范围内自身也成为这般模样。

§2.22.133

καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος γάρ, ὅ τε μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος. τοῦτο ἀρχαῖον εἶναι φήσας τό δόγμα τὴν ἐκ τοῦ νόμου εἰς αὐτὸν ἥκουσαν διδασκαλίαν ᾐνίξατο. κἀν τῷ Θεαιτήτῳ τὰ κακὰ ἀμφὶ τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν ἐξ ἀνάγκης δοὺς ἐπιφέρει· διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί. Ξενοκράτης τε ὁ Καλχηδόνιος τὴν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ὑπηρετικῆς αὐτῇ δυνάμεως. εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν· ὡς δ’ ὑφ’ ὧν, τὰς ἀρετάς· ὡς δ’ ἐξ ὧν ὡς μερῶν, τὰς καλὰς πράξεις καὶ τὰς σπουδαίας ἕξεις τε καὶ διαθέσεις καὶ κινήσεις καὶ σχέσεις· ὡς δ’ ὧν οὐκ ἄνευ,3 τὰ σωματικὰ καὶ τὰ ἐκτός. ὁ γὰρ Ξενοκράτους γνώριμος Πολέμων φαίνεται τὴν εὐδαιμονίαν αὐτάρκειαν εἶναι βουλόμενος ἀγαθῶν πάντων, ἢ τῶν πλείστων καὶ μεγίστων. δογματίζει γοῦν χωρὶς μὲν ἀρετῆς μηδέποτε ἂν εὐδαιμονίαν ὑπάρχειν, δίχα δὲ καὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι.

而依循这一道理,我们之中节制者是神的友伴,因为他与神相似;而不节制者则与神不相似且截然相异。”他称此教义为古老的,以此暗示了源自律法而传至他那里的教导。而在《泰阿泰德篇》中,他在承认恶必然环绕着必死之本性与此世凡地之后补充道:“因此亦当竭力尽快从此地逃往彼方;而逃离便是尽可能同化于神;同化即是带着明智成为正义与虔敬。” 柏拉图的甥侄斯派西波斯说,幸福是处于顺应自然状态者当中的完满品质,或是善的品质,全人类皆对这一状态怀有欲求,而善人则以无纷扰为旨归;诸德性将是幸福的成就因。卡尔西顿的克塞诺克拉底将幸福界定为对属己德性及其侍从力量的占有。接着,他似乎将灵魂说成是幸福发生于其中的载体;将诸德性说成是由之促成的动因;将美好的行为以及高尚的品质、禀赋、运动与关系说成是构成幸福的部分成分;并将身体之物与外在之物说成是不可或缺的条件。因为克塞诺克拉底的门人波勒谟似乎倾向于认为幸福是一切善、或是绝大多数且最大之善的自足。他至少教条地主张:离了德性便绝无幸福之存,但即便撇开身体之物与外在之物,德性对于幸福而言本身便是自足的。

语法注3 条
  1. 2.22.131τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν... τὸ δὲ μετέχον ἐκείνου

    由中性形容词与分词构成的对比:前者“可被分有者”(μεθεκτόν)指代存在于诸相本身之中的原初善,而后者“分有者”(μετέχον)则指在凡人身上体现的德性与对神的同化。这一对比确立了柏拉图终极目的(τέλος)的双重(διττόν)结构。

  2. 2.22.131τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν

    基于语源学的界定。将“幸福”(εὐδαιμονία)拆解为副词 εὖ 与名词 δαίμων,带冠词不定式短语 τὸ εὖ τὸν δαίμονα ἔχειν 以 τὸν δαίμονα 作为 εὖ ἔχειν 的宾格主语,意为“守护神处于良好状态”,随后文将其等同于灵魂的统领部分(ἡγεμονικόν)。

  3. 2.22.133ὡς μὲν ἐν ᾧ γίνεται... ὡς δ’ ὑφ’ ὧν... ὡς δ’ ἐξ ὧν ὡς μερῶν... ὡς δ’ ὧν οὐκ ἄνευ

    由一系列前置词短语构成的多重结构分析法:幸福“发生于其中的载体”(ἐν ᾧ,即灵魂)、“促成它的动因”(ὑφ’ ὧν,即诸德性)、“作为构成其组成部分者”(ἐξ ὧν ὡς μερῶν,即高尚的行为与品质等),以及“不可或缺的条件”(ὧν οὐκ ἄνευ,即身体与外在之善)。这系统梳理了克塞诺克拉底关于幸福的结构界定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.22.131-2.22.133