- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.21.129-2.21.131
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节综述了斯多亚派、学园派和逍遥学派诸家关于终极目的的界定,进而罗列了阿那克萨哥拉、德谟克利特等自然哲学家以及安尼克里斯派与伊壁鸠鲁学派关于幸福与终极目的的诸种学说。
Πάλιν δ’ αὗ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ’ ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, Διογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν. ὅ τε Ἀντίπατρος ὁ τούτου γνώριμος τὸ τέλος κεῖσθαι ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ φύσιν, ἀπεκλέγεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει. Ἀρχέδημός τε αὗ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, ζῆν ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν.1 πρὸς τούτοις ἔτι Παναίτιος τὸ ζῆν κατὰ τὰς δεδομένας ἡμῖν ἐκ φύσεως ἀφορμὰς τέλος ἀπεφήνατο· ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὑτὸν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς. τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ ζῆν ἀκολούθως τῇ τοῦ ἀνθρώπου κατασκευῇ. τί δή σοι Ἀρίστωνα ἂν καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη, τὸ δὲ ἀδιάφορον ἁπλῶς ἀδιάφορον ἀπολείπει· ἢ τὰ Ἡρίλλου εἰς μέσον παράγοιμι; τὸ κατ’ ἐπιστήμην ζῆν τέλος εἶναι τίθησιν. τοὺς γὰρ ἐκ τῆς Ἀκαδημίας νεωτέρους ἀξιοῦσί τινες τέλος ἀποδιδόναι τὴν ἀσφαλῆ πρὸς τὰς φαντασίας ἐποχήν. ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος τὴν ἐπὶ τοῖς καλοῖς. Κριτόλαος δέ, ὁ καὶ αὐτὸς Περιπατητικός, τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου, τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην τριγενικὴν τελειότητα μηνύων.
另一方面,斯多亚派的芝诺认为循德性而生活是终极目的,克莱安西斯认为是依循自然而生活,迪奥根尼则认为终极目的在于善于推理,他理解这在于对符合自然之物的选择。他的弟子安提帕特认为,终极目的在于持续且坚定不移地选择顺应自然之物,并排斥违背自然之物。阿凯德谟斯反过来解释说,终极目的是在选择顺应自然之最大且最首要之事的同时生活,并且无法逾越它们。此外,帕奈提乌斯宣称,依照自然赋予我们的端倪而生活是终极目的;最后,波希多尼宣称终极目的是在静观万物的真理与秩序的同时生活,尽己所能使自身与之一致,完全不被灵魂的非理性部分所牵引。一些较晚近的斯多亚派学者则规定,终极目的是依循人自身的构造而生活。我何必再向你列举阿里斯托呢?他说无分别即是终极目的,将无分别之物全然视为无分别;或者我是否该引出赫里卢斯的学说?他将循知识而生活确立为终极目的。因为有些人认为学园派的较晚后继者是将对表象的稳妥悬搁判断界定为终极目的。诚然,逍遥学派的吕孔说灵魂真正的喜乐是终极目的,正如留基穆斯认为是因美好事物而产生的喜乐。克里托拉乌斯同样是逍遥学派,他说是循自然顺畅流淌之生命的完满性,指的是由三类善共同充实的三重完满性。
Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους καταπαυστέον,2 φιλοτιμητέον δὲ ὡς ἔνι μάλιστα καὶ τὰ πρὸς τῶν φυσικῶν δογματιζόμενα περὶ τοῦ προκειμένου παραθέσθαι. Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν Ἡρακλειτόν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν. Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος τῶν ἀριθμῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι. ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσι, Δημόκριτος μὲν ἐν τῷ Περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν (καὶ πολλάκις ἐπιλέγει· τέρψις γὰρ καὶ ἀτερπίη οὖρος † τῶν περιηκμακότων), Ἑκαταῖος δὲ αὐτάρκειαν, καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι. ἔτι πρὸς τούτοις Διότιμος τὴν παντέλειαν τῶν ἀγαθῶν, ἣν εὐεστὼ προσαγορεύεσθαι, τέλος ἀπέφηνεν. πάλιν Ἀντισθένης μὲν τὴν ἀτυφίαν, οἱ δὲ Ἀννικέρειοι καλούμενοι ἐκ τῆς Κυρηναϊκῆς διαδοχῆς τοῦ μὲν ὅλου βίου τέλος οὐδὲν ὡρισμένον ἔταξαν, ἑκάστης δὲ πράξεως ἴδιον ὑπάρχειν τέλος τὴν ἐκ τῆς πράξεως περιγινομένην ἡδονήν. οὗτοι οἱ Κυρηναϊκοὶ τὸν ὅρον τῆς ἡδονῆς Ἐπικούρου, τουτέστι τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν, ἀθετοῦσιν, νεκροῦ κατάστασιν ἀποκαλοῦντες· χαίρειν γὰρ ἡμᾶς μὴ μόνον ἐπὶ ἡδοναῖς, ἀλλὰ καὶ ἐπὶ ὁμιλίαις καὶ ἐπὶ φιλοτιμίαις. ὁ δὲ Ἐπίκουρος πᾶσαν χαρὰν τῆς ψυχῆς οἴεται ἐπὶ πρωτοπαθούσῃ τῇ σαρκὶ γενέσθαι.3
因此,我们绝不能自满于此便告停止,而必须竭尽全力将自然哲学家们就当前论题所作的教条主张也罗列出来。因为人们说,克拉佐美奈的阿那克萨哥拉曾说静观是人生的终极目的,以及由此产生的自由,而以弗所的赫拉克利特则认为是满足。本都的赫拉克利德记载,毕达哥拉斯传下灵魂之数的完满性之知识便是幸福。但阿布德拉学派也教导存在着终极目的:德谟克利特在《论终极目的》中主张是心境宁静,他也将其称为康泰(并且他常补充道:“因为快乐与不悦是臻于鼎盛者的界标”),赫卡泰乌斯认为是自足,基齐库斯的阿波罗多托斯认为是灵魂的慰藉,正如瑙西法内斯认为是无惊骇;因为他说这被德谟克利特称为无怖畏。除这些之外,狄奥提穆斯宣称诸善之完备是终极目的,这被称为康泰。此外,安提斯泰尼主张是无自负;而昔兰尼学派传承中被称为安尼克里斯派的人,没有为整个生命确立任何固定的终极目的,而是认为每一个单独的行动都有其特有的终极目的,即从该行动中产生的快乐。这些昔兰尼学派者排斥伊壁鸠鲁对快乐的界定(即对痛苦之物的排除),称之为尸体的状态;因为他们认为我们不仅因快乐而欢喜,也因交往和对荣誉的追求而欢喜。然而伊壁鸠鲁认为,灵魂的一切喜悦都是在肉体首先受感触的前提下产生的。
ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ’ ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;
梅特罗多洛在《论源于我们自身的幸福原因大于源于外在事物者》中说道:“灵魂的善,除了肉体的稳定状态以及对此的确信指望之外,还能是什么呢?”
- 2.21.129οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν
阳性宾格分词 ὄντα 与不定式 ζῆν 的逻辑主语(即人或行动者)保持一致。这是人称句式 οὐχ οἷός τέ εἰμι + 不定式(“不能做某事”)的分词形式,修饰生活的样态,意为“不能逾越它们〔顺应自然的最大之事〕”。若视为非人称独立分词,则应为中性 ὄν,故该解不取。
- 2.21.130Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους καταπαυστέον
动词性形容词 καταπαυστέον 构成的非人称义务表达,意为“不应停止”。其逻辑主体以宾格复数分词 ἀρκουμένους(“感到满足”)表示,介词短语 ἐπὶ τούτοις 则由 ἀρκουμένους 所支配(“满足于这些”)。
- 2.21.130ἐπὶ πρωτοπαθούσῃ τῇ σαρκὶ γενέσθαι
介词 ἐπί 支配与格名词短语 πρωτοπαθούσῃ τῇ σαρκί,表时间与条件背景(“在肉体首先受到感触的基础上”)。在构文上体现了伊壁鸠鲁关于肉体感受先于并构成灵魂喜乐基础的认识论命题。
