- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.21.127-2.21.128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者概述了伊壁鸠鲁派、昔兰尼派、卡利丰以及逍遥学派关于快乐、德性与幸福的诸般定义,特别指出了亚里士多德派主张幸福除德性外尚需时间与外在善的观点。
Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν Διὶ πατρὶ μάχεσθαι,1 ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων. τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων τούς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον·2 τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγει· αἱρετὸν δὲ εἶναί φησιν ὃ πρῶτον ἐξ ἑαυτοῦ ἐφ’ ἑαυτὸ ἐπισπᾶται, πάντως δηλονότι ἐν κινήσει ὑπάρχον. Δεινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. καὶ Διόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται τὸ ἀοχλήτως καὶ καλῶς ζῆν.
然而伊壁鸠鲁将与神匹敌的幸福建立在不饥、不渴、不冷之上,并不敬地喊道,在这些状态下甚至能与天父宙斯抗衡——这仿佛是在教条化食粪之猪的有福胜利,而非有理性与哲学素养之人的胜利。因为从快乐出发的派别中包括昔兰尼派和伊壁鸠鲁;他们明确指出,快乐地生活是终极目的,且唯有快乐才是完满的善。伊壁鸠鲁甚至说消除痛苦也是快乐;他宣称,凡从自身出发首先将人引向自身者便是值得选择的,这显然必定存在于运动之中。而狄诺马库斯和卡利丰宣称,终极目的是尽己所能做一切事以求获得并享受快乐;逍遥学派的希罗尼穆斯则认为,无扰地生活是终极目的,但终极之善唯独是幸福。同样出自该学派的狄奥多罗斯也主张,终极目的是无扰且高尚地生活。
Ἐπίκουρος μὲν οὖν καὶ οἱ Κυρηναϊκοὶ τὸ πρῶτον οἰκεῖόν φασιν ἡδονὴν εἶναι· ἕνεκα γὰρ ἡδονῆς παρελθοῦσα, φασίν, ἡ ἀρετὴ ἡδονὴν ἐνεποίησε. κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν. Οἱ δὲ περὶ τὸν Ἀριστοτέλη τέλος ἀποδιδόασιν εἶναι τὸ ζῆν κατ’ ἀρετήν, οὔτε δὲ τὴν εὐδαιμονίαν οὔτε τὸ τέλος παντὶ τῷ τὴν ἀρετὴν ἔχοντι παρεῖναι· βασανιζόμενον γὰρ καὶ τύχαις ἀβουλήτοις περιπίπτοντα τὸν σοφὸν καὶ διὰ ταῦτα ἐκ τοῦ ζῆν ἀσμένως ἐθέλοντα διαφεύγειν μὴ εἶναι μήτε μακάριον μήτ’ εὐδαίμονα. δεῖ γὰρ καὶ χρόνου τινὸς τῇ ἀρετῇ· οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ περιγίνεται, ἣ καὶ ἐν τελείῳ συνίσταται, ἐπεὶ μὴ ἔστιν, ὥς φασι, παῖς εὐδαίμων ποτέ· τέλειος δ’ ἂν εἴη χρόνος ὁ ἀνθρώπινος βίος. συμπληροῦσθαι τοίνυν τὴν εὐδαιμονίαν ἐκ τῆς τριγενείας τῶν ἀγαθῶν. οὔτ’ οὖν ὁ πένης οὔθ’ ὁ ἄδοξος, ἀλλ’ οὐδ’ ὁ ἐπίνοσος, ἀλλ’ οὐδ’ ἄν οἰκέτης ᾖ τις, κατ’ αὐτοὺς.3
因此,伊壁鸠鲁和昔兰尼学派认为快乐是首要的适从对象;因为他们说,德性是为了快乐而进入的,并且产生了快乐。但按照卡利丰一派的说法,德性固然是因快乐而潜入,但后来审视自身的优美,遂使自身获得了与开端(即快乐)同等的尊荣。 然而亚里士多德派却界定终极目的是循德性而生活,但他们认为幸福和终极目的并非伴随着每一个拥有德性的人;因为遭受酷刑、陷入不如意命运、并因而乐于逃离生命的智者,既非至福,亦非幸福。因为德性还需要一定的时间;它不是在一天之内获得的,它是在完满的时间中确立的,因为正如他们所说,孩童绝不是幸福的;而完满的时间当是指人的整个人生。因此,幸福是由三类善共同充实的。所以,依他们之见,贫穷者、无名者、患病者,乃至若是身为奴隶之人,〔都不可能是幸福的〕。
- 2.21.127ἐν τούτοις κἂν Διὶ πατρὶ μάχεσθαι
κἂν 为 καὶ ἄν 的缩合,赋予不定式 μάχεσθαι 潜在或与事实相反的语气(“甚至能与……抗衡”),受分词 εἰπών 统辖。
- 2.21.127τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων τούς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον
本句采用间接引语的不定式结构(带连词 γάρ),承接前文转述各派学说的语境。属格分词短语 τῶν ... ἀρχομένων 作部分属格或表语属格,宾格的 τούς τε Κυρηναϊκοὺς καὶ τὸν Ἐπίκουρον 充当不定式 εἶναι 的逻辑主语。
- 2.21.128κατ’ αὐτοὺς
句末出现谓语未完整表达的省略(ellipsis / aposiopesis)。根据前文“幸福由三类善共同充实”的前提,此处需补足类似“(不可能是幸福的)”(如 εὐδαίμων ἂν εἴη)的谓语成分。
