- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.123-2.20.126
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了律法及其严谨性如何保守信徒免于偏离并引向自由,并借助殉道者的见证与圣经经文,强调了摒弃情念与负起神圣之轭的节制操练。
τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ εὐλαβείας. ἀλλὰ γὰρ ὅταν ὑπέρτονον1 ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον· τοῖς γὰρ ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτριον ὑπέρτονον δοκεῖ, καὶ τοῖς ἀδίκοις ἀκροδίκαιον τὸ ἐπιβάλλον. ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ συναμαρτάνοντα μηδὲ συγκατασπώμενον.
然而,对于那些能够正确洞察救恩之物的人而言,我不知道还有什么会比律法的威严及其女儿——审慎——显得更为亲切。诚然,每当有人说律法唱出的调子过紧(过于严厉)时——正如主对某些人也是如此——我如此理解:这是为了不让那些热心追求祂的人唱出跑调和不谐和之音;律法并非本身过紧,而是对那些不愿负起神圣之轭的人而言,对他们来说才是过紧。因为对松懈无力之人而言,适度亦显过紧;对不义之人而言,当行之分亦被视为过分严苛的正义。盖因那些因对罪恶心存偏好而任由宽纵潜入之人,将真理视为残忍,将严谨视为苛刻,并将不与其同流合污、不被其一同拖下水的人视为冷酷无情。
εὖ γοῦν ἡ τραγῳδία ἐπὶ τοῦ Ἅιδου γράφει· "πρὸς δ’ οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ’ ἔστεργε τὴν ἁπλῶς δίκην." καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐστε, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα· καὶ τῇδε ὠφελοίμεθ’ ἄν, κατὰ δύναμιν προθυμότερον τὰ μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὔτε γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμον βιώσαντες ἀπὸ δρυὸς ἦσαν παλαιφάτου οὐδ’ ἀπὸ πέτρης. τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθη.
因此,悲剧在谈及哈得斯时极好地写道: “你将如同求爱般去往怎样的神祇那里啊,他既不知宽容,亦不知恩情,而只钟爱纯然的正义。” 因为纵使你们尚且无法践行律法所吩咐之事,但通过领悟律法中为我们树立了最美好的榜样,我们便能滋养并增进对自由的爱;在这方面我们亦能获益,尽己所能更为热切地,或将某些事奉为号召,或予以效仿,或心怀敬畏。因为古时依照律法生活的义人,既非出自古老传说的橡树,亦非出自岩石。正因他们真心渴望践行哲学,便全心奉献并将自己交付于神,且这被算为他们的信德。
Παγκάλως ὁ Ζήνων ἐπὶ τῶν Ἰνδῶν ἔλεγεν ἕνα Ἰνδὸν παροπτώμενον ἐθέλειν ἂν ἰδεῖν ἢ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἄφθονοι μαρτύρων πηγαὶ ἑκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀποτεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δι’ αἱμάτων ἐνδείκνυσθαι. ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς τοῦ κόσμου μείζονας. καὶ πάλιν ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγει· ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. καὶ πάλιν λέγει· ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα· σὰρξ γὰρ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε διελέγχον ἡμᾶς τὸ πνεῦμα εἴρηκεν.
芝诺论及印度人时说得极好:他宁愿亲眼目睹一个印度人被火炙烤,也不愿学习所有关于痛苦的论证。而对我们来说,每日在我们眼前都能见到殉道者那如同丰沛泉源般的事例——他们被火炙烤、被刺穿在刑木上、被斩首。正是源于律法的敬畏,作为引向基督的训蒙师,共同训练了所有这些人,使其即使借着流血也能彰显出虔敬与审慎。 “神站在诸神的会中,在诸神当中行审判。” 这些人是谁呢?是胜过快乐的人,是超越情念的人,是清楚知道自己所行每一件事的人,是认识真道者,是比世界更伟大的人。经上又说: “我曾说,你们是神,都是至高者的儿子。” 主是对谁说的呢?是对那些尽可能摒弃一切属人之事的人说的。使徒亦说: “因为你们不再在肉体中,乃在灵中。” 他又说: “我们虽然在肉体中行事,却不凭着肉体争战。” 因为 “血肉之体不能承受神的国,必朽坏的也不能承受不朽坏的。” 而“看哪,你们死却如世人一样”,乃是圣灵在驳斥我们时所说的话。
χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι,2 φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι·3 δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνη τὸ μέγιστον. αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ἄξιον κρίνας διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περιγένηται καρπός. γίνεται δὲ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
因此,我们当共同操练自己,对那些受情念支配之物保持审慎,按照真正的哲学家那样,驱逐挑动情欲的食物、床榻边的放纵懈怠、奢靡以及导向奢靡的情念——这在他人看来是沉重的竞技劳苦,对我们却不再如此;因为节制是神最大的恩赐。 因祂亲自说过:“我绝不撇下你,也绝不丢弃你”,祂因人真诚的抉择而判定其为相称。这样,当我们努力怀着敬畏趋前时,主那良善的轭必将接纳我们,唯一的驾驭者必按着进境驱策我们每个人走向救恩,从信走向信,以便获得应得的幸福果实。而按照科斯岛的希波克拉底所言,不仅关乎身体、亦关乎灵魂之“健康”的“操练”,乃是: “不惧劳苦,食不过饱。”
- 2.20.123ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον
全句核心为 ὅταν ... λέγηται, οὕτως ἀκούω(“每当有人说……时,我如此理解”)。其中插入了比较从句 ὥσπερ καὶ ὁ κύριος ἐπί τινας(“正如主对某些人也是如此”),并由目的从句 ἵνα μή ... ᾄσωσιν(“为了不让……唱出跑调之音”)修饰;随后出现主句谓语 οὕτως ἀκούω,并引出转折对比结构 οὐχ ὡς ὑπέρτονον, ἀλλὰ ... τούτοις ὑπέρτονον(“并非本身过紧,而是对……而言过紧”)。
- 2.20.126χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι
属格 τῶν ὑποπιπτόντων 在此作为依附于 εὐλάβειαν 的宾格性属格(名词化的中性复数分词),意为“共同操练自己,对那些受情念支配之物保持审慎”,指代紧接着在 φυγαδεύοντας... 中列举的挑动情欲的食物与放纵等事物(形态上亦有视为阳性复数的余地)。
- 2.20.126ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι
不定词 εἶναι 既可视为承接前句主谓词 χρὴ 所统辖的不定词结构,亦可作为独立的说明性不定词子句。其隐含的主语是前文所述的禁欲实践(φυγαδεύοντας...,即驱逐挑动情欲之物与放纵),表达“摒弃这些对其他人而言是一场沉重的考验,但对我们而言已不再如此”。
