← 亚历山太的革利免

杂记

§2.20.119-2.20.122

论快乐的附属性与依哲人言论论证克己

作者论证快乐仅为满足自然生理需要的附带产物,若放任失控便会奴役灵魂;并通过引证异教哲学家关于克己节制的言论,申明神圣律法要求敬畏与自律的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.119

εἰ γοῦν ταύτης1 δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἄλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα2 † πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, ἣ καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τήν ἡδονήν, θειάζει γοῦν σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ Διογένης ἔν τινι τραγῳδίᾳ γράφει· "οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά." καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται. ἐπαξίως δὲ τῶν φιληδόνων.

总之,若是无需快乐便能够饮水、进食或繁衍后代,快乐就显明再无其他用途。因为快乐既非一种活动,亦非一种状态,更非我们自身的一部分,而只是为了服务之需才进入生命之中,正如人们说盐是为了帮助食物消化一样。然而,快乐挣脱缰绳并支配了房舍,便生出最初的欲望——即对取悦于己之物的一种非理性的渴望与企求,正是这种欲望说服了伊壁鸠鲁将快乐定为哲学家的终极目标;无论如何,他将“肉体的稳定状态以及对此的确定期望”奉若神明。除了好乐的贪婪以及沉溺于骄奢淫逸之人的妄为过度之外,奢靡还能是何物?第欧根尼在某部悲剧中深刻地写道: “那些内心被虚弱而污秽的奢靡以诸般享乐所填满的人,连微小的辛劳也不愿承受。” 至于其后所言,虽说得丑恶不堪,却完全配得上那些纵乐之徒。

§2.20.120

Διό μοι δοκεῖ ὁ θεῖος νόμος ἀναγκαίως τὸν φόβον ἐπαρτᾶν, ἵν’ εὐλαβείᾳ καὶ προσοχῇ τὴν ἀμεριμνίαν ὁ φιλόσοφος κτήσηταί τε καὶ τηρήσῃ, ἀδιάπτωτός τε καὶ ἀναμάρτητος ἐν πᾶσι διαμένων. οὐ γὰρ ἄλλως εἰρήνη καὶ ἐλευθερία περιγίνεται ἢ διὰ τῆς ἀπαύστου καὶ ἀναπαυδήτου πρὸς τῶν παθῶν ἡμῶν ἀντιμαχήσεως. οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ’ ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς ἐπιβουλεύουσα καὶ δάκνουσα. πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες; ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας, πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα.3

因此,在我看来,神圣的律法必然将畏惧悬于〔我们〕之上,以便哲学家借由审慎与专注获得并保持无忧之境,在一切事上不跌倒亦不犯罪。因为若非借由对我们情念的不停息、不松懈的反抗,和平与自由便决不能获得。盖因这些交战对手身躯魁梧,是奥林匹亚的〔选手〕,可谓比黄蜂更为狠毒,尤其是快乐,不仅在白昼,且在黑夜的梦境中以妖法诱惑性地暗算与叮咬。那么,希腊人自己也教导当以敬畏来奴役快乐,又怎能理直气壮地抨击律法呢?无论如何,苏格拉底告诫人们当防备那些诱使不饿之人进食、不渴之人饮水之物,并防备美貌之人的顾盼与亲吻,因其生来便比蝎子与毒蛛注入更剧烈的毒液。

§2.20.121

καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης " τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη· οὔθ’ ὑπὸ χρυσείων δουλουμένη οὔθ’ ὑπ’ ἐρώτων τηξιπόθων, οὐδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι." καὶ τὸ ὅλον ἐπιλέγει· "ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ’ ἀγαπῶσιν." οὗτος ἐν ἄλλοις εὐθυρημόνως γράφει τῆς εἰς τὰ ἀφροδίσια ἀκατασχέτου ὁρμῆς κατάπλασμα εἶναι λιμόν, εἰ δὲ μή, βρόχον. Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πως· "φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει· εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ. "

安提斯泰尼也宁愿发疯而不愿享受快乐,底比斯的克拉特斯则说道: “当以灵魂的气概为荣来掌控它们;既不被黄金所奴役,亦不被销魂的爱欲所奴役,也不受任何好凌辱之同伴的驱使。” 并且他总括补充道: “不被奴性的快乐所奴役且不可屈服的人,爱慕着不朽的王权与自由。” 此人在别处亦直率地写道:对无法遏制的性冲动,其膏药便是饥饿,若仍无效,便是绳索。而喜剧诗人们虽然极力嘲讽,却也大致如此见证斯多亚派芝诺的教导: “此人倡导一种新哲学:他教人挨饿并招收门徒;一块面包,干无花果作配菜,饮水止渴。”

§2.20.122

Πάντες δὴ οὗτοι οὐκ αἰσχύνονται σαφῶς ὁμολογεῖν τὴν ἐκ τῆς εὐλαβείας ὠφέλειαν· ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ μυστηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς ὑπὸ τοῦ λόγου λαμβάνει. ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ Διὸς τὴν αἰγίδα γράφουσι "δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται, ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή· ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο."

所有这些人显然都不以坦承由审慎所得之益处为耻;而真实且合乎理性的智慧,并不依赖空洞的言辞与律令,而是借由不可侵害的护具与有效的奥义——即神圣的诫命——在共同的操练与修习中默想,按照其由道所默示的部分获得属神的能力。无论如何,〔人们〕对诗中宙斯的埃癸斯神盾也已然如此写道: “可怖的神盾,四周尽被惊骇环绕,其中有纷争,其中有力量,其中有令人胆寒的溃退;其中更有那可怖怪物的戈耳工之首,可怖而狰狞,是执埃癸斯之宙斯的征兆。”

语法注3 条
  1. 2.20.119εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης.

    由条件从句(εἰ 加未完成过去时直陈式 ἦν)与主句(不定过去时直陈式加 ἄν:ἐδείχθη ἄν)构成的非真实条件句(反事实假设),意为“假使(事实上并非如此)无需快乐即可做到这些,那么便已表明快乐别无他用”。

  2. 2.20.119ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα

    关系代词 ἣ 带有连接小词 δέ,在此起指示代词作用(“然而它/快乐”),回指前文的阴性名词 ἡδονή(快乐)并担任从句主语。分词 ἀφηνιάσασα 采用了烈马挣脱缰绳的隐喻。

  3. 2.20.120ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα

    小词 ὡς 搭配中性复数宾格分词 πεφυκότα,与主动词 φυλάσσεσθαι(戒备)的宾语短语(τὰ ἀναπείθοντα ... καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα)相呼应,表示原因或属性(“因其生性容易……”)。χαλεπώτερον 为比较级中性宾格,修饰 ἰόν(毒),或副词性地修饰不定词 ἐνιέναι(注入)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.119-2.20.122