- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.116-2.20.118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出灵魂的洁净在于断绝激情的行径,并引巴拿巴书信论证并非魔鬼寄居灵魂,而是罪得赦免后神内住其中。随后,他驳斥了声称以沉溺享乐来克服享乐的假诺斯替派与尼哥拉派的曲解,断言享乐仅仅是自然需求的副带物。
ἐπισκοτοῦσι γοῦν τῷ φωτὶ τῷ νοερῷ ἐπισπωμένης τῆς ψυχῆς τὰς ἐκ τῆς ἐπιθυμίας ἀναδόσεις καὶ παχυνούσης τὰς συστροφὰς τῶν παθῶν ἐνδελεχείᾳ ἡδονῶν. χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλ’ ἀφεψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει,1 γῆ κεκαθαρμένη. αἰτεῖσθε γὰρ καὶ δοθήσεται ὑμῖν τοῖς ἐξ ἑαυτῶν ἑλέσθαι τὰ κάλλιστα δυναμένοις λέγεται. ὅπως δ’ ἡμεῖς τοῦ διαβόλου τὰς ἐνεργείας καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα εἰς τὴν τοῦ ἁμαρτωλοῦ ψυχὴν ἐπισπείρειν φαμέν, οὔ μοι δεῖ πλειόνων λόγων παραθεμένῳ μάρτυν τὸν ἀποστολικὸν Βαρνάβαν (ὃ δὲ τῶν ἑβδομήκοντα ἦν καὶ συνεργὸς τοῦ Παύλου) κατὰ λέξιν ὧδέ πως λέγοντα· πρὸ τοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ οἰκητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός· ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμόνων, διὰ τὸ ποιεῖν ὅσα ἦν ἐναντία τῷ θεῷ.
总之,随着灵魂将欲望所生的蒸气吸附于己,并因享乐的持续而使激情的积聚日益肥大,它们便遮蔽了理智之光。然而金块并非从大地取出,而是经过熔炼得以提纯,随后变得纯净,被称为金子,即被洁净了的土。因为“祈求,就给你们”,乃是对那些能够凭自身拣选最美善之物的人说的。至于我们如何主张魔鬼的作为与不洁的灵向罪人的灵魂撒种,我无需多言,只需引证使徒般的人物巴拿巴(他是七十人之一,也是保罗的同工),他字斟句酌地大致如此说道:“在我们信靠神之前,我们心中的居所原是必坏而软弱的,诚然是人手所造的殿;因为它充满了偶像崇拜,且是鬼魔的居所,因我们所行尽是与神相悖之事。”
τὰς ἐνεργείας οὖν τὰς τοῖς δαιμονίοις καταλλήλους ἐπιτελεῖν φησι τοὺς ἁμαρτωλούς, οὐχὶ δὲ αὐτὰ τὰ πνεύματα ἐν τῇ τοῦ ἀπίστου κατοικεῖν ψυχῇ λέγει. διὰ τοῦτο καὶ ἐπιφέρει· προσέχετε, ἵνα ὁ ναὸς τοῦ κυρίου ἐνδόξως οἰκοδομηθῇ. πῶς; μάθετε· λαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ ἐλπίσαντες ἐπὶ τὸ ὄνομα γενώμεθα καινοί, πάλιν ἐξ ἀρχῆς κτιζόμενοι. οὐ γὰρ οἱ δαίμονες ἡμῶν ἀπελαύνονται, ἀλλ’ αἱ ἁμαρτίαι, φησίν, ἀφίενται, ἃς ὁμοίως ἐκείνοις ἐπετελοῦμεν πρὶν ἢ πιστεῦσαι. εἰκότως οὖν ἀντέθηκε τὰ ἐπιφερόμενα· διὸ ἐν τῷ κατοικητηρίῳ ἡμῶν ἀληθῶς ὁ θεὸς κατοικεῖ ἐν ἡμῖν. πῶς; ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς διδαχῆς. οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δἰ αὐτῆς ἐν αὐτῇ.
因此,他说罪人践行着适合鬼魔的作为,却并未说那些灵本身寄居在不信之人的灵魂里。为此他也补充道:“当谨慎,使主的殿得以荣耀地建立。如何建立?你们当明了:领受了罪的赦免并指望于祂的名,让我们成为新人,从头重新被造。”因为他主张说,并非鬼魔从我们这里被赶逐出去,而是我们信之前如同他们一般所犯的罪得了赦免。因此,他极其恰当地将接下来的话相对照:“所以,在我们的居所中,神确实内住于我们里面。如何内住?祂那信心的道,祂那应许的呼召,律例的智慧,教训的诫命。” 我知道自己曾遇见过一个派系,其头目宣称借着享乐的运用与享乐交战,这位高贵的诺斯替派人——因为他确实自称也是诺斯替派——却借着虚假的交战投奔了享乐;因为他说,未曾体验过享乐的人禁绝享乐并非难事,唯有身处其中而不被其掌控才算伟大,因而他借着享乐在享乐中锻炼自己。
ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος2 ὁ ἄθλιος τῇ φιληδόνῳ τέχνῃ. ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ. ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ’ αὐτῆς.3 τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ δεῖν παραχρῆσθαι τῇ σαρκί.4 ἀλλ’ ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις. οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς ἀποστολικοῦ μεταδιωκόντων. τίνι γὰρ οὗτοι Σαρδαναπάλλου διαφέρουσιν; οὗ τὸν βίον δηλοῖ τὸ ἐπίγραμμα· "ταῦτ’ ἔχω ὅσς̓ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος τέρπν’ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας." καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ.
然而这个可怜人以其好乐的伎俩,在不知不觉中以诡辩欺骗了自己。显然,居兰尼的阿里斯提波也趋近于那位自夸真理的智者的这种观点。无论如何,当因频繁与那位哥林多的名妓交往而遭人指责时,他说道:“我拥有拉伊斯,却不为她所拥有。”那些自称追随尼哥拉的人也是如此,他们曲解地引用该人的一句名言,即“应当糟践(误用)肉体”。然而那位高贵之人所指的乃是应当抑制享乐与欲望,并借由这种操练使肉体的冲动与侵袭枯萎。但他们却如公山羊般沉湎于享乐,宛如羞辱身体一般穷奢极欲,却不知肉体本性流变,终将变得如破衣烂衫,而他们的灵魂已埋没于罪恶的泥潭中,追随的是享乐本身的信条,而非一位使徒般人物的信条。他们与萨达那帕拉又有何区别?后者的生平如那铭文所示:“我吃过、放肆过并伴随爱情所享乐的,尽归我所有;而那些丰饶幸福之物,皆已留存身后。统治过伟大尼尼微的我,如今亦不过是尘灰。”因为总括而言,享乐的激情并非必需之事,而不过是伴随某些自然需求(如饥、渴、寒冷、婚姻)而生的附带物。
- 2.20.116χρυσὸς ἀκούει
动词 ἀκούω 搭配主格补足语,表示“被称为……”或“享有……之名”(相当于被动含义)的习惯用法。随后的 γῆ κεκαθαρμένη 为 χρυσός 的同位语说明。
- 2.20.118ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος
动词 λανθάνω 搭配补充性分词(κατασοφιζόμενος)并带有反身代词 ἑαυτόν 的句构,意为“他在不知不觉中以诡辩欺骗了自己”。
- 2.20.118ἔχω Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ’ αὐτῆς
阿里斯提波的著名格言,运用同一动词 ἔχω 的主动语态(“我拥有/支配”)与被动语态 ἔχομαι(“我被……拥有/支配/受制于”)的鲜明对立,以主动掌权对比被动受制。
- 2.20.118δεῖν παραχρῆσθαι τῇ σαρκί
间接引语中的不定式短语。动词 παραχρᾶσθαι 原意为“虐待、苦待、贬抑”(尼哥拉本人的用意),但异端派别却曲解(ἐκ παρατροπῆς)其为“滥用、肆意妄用”,以此为其放荡行径开脱。
