← 亚历山太的革利免

杂记

§2.20.103-2.20.107

真知者的坚忍与律法饮食规条下的绝欲

革利免以但以理等旧约圣者为范例,称赞真知者达致不动心境界的坚忍,并阐明摩西律法中饮食规条所蕴含的节制之旨。随后他引证墨涅拉俄斯的教训及古代哲学家的言论,强调必须断绝欲望并彻底抵制享乐的诱惑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.103

Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι’ ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ τῶν περὶ τὸν Ἀνανίαν ἱστορούμενα,1 ὧν εἷς καὶ Δανιὴλ ὁ προφήτης ἦν, θείας πίστεως πεπληρωμένος. Βαβυλῶνα ᾤκει Δανιήλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετ’ ὀλίγον φίλος τοῦ θεοῦ. κατήγαγεν οὖν εἰς ὄρυγμα θηρίων ἔμπλεων τὸν Δανιὴλ ὁ Βαβυλωνίων βασιλεύς, ἀνήγαγε δὲ αὐτὸν ἀβλαβῆ ὁ ἁπάντων βασιλεὺς ὁ πιστὸς κύριος. ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους, καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύοντα· κἂν μετὰ λεόντων καθειρχθῇ, ἡμερώσει τὰ θηρία, κἂν εἰς πῦρ ἐμβληθῇ, δροσισθήσεται, ἀλλ’ οὐκ ἐκπυρωθήσεται· μαρτυρήσει νύκτωρ, μαρτυρήσει μεθ’ ἡμέραν· ἐν λόγῳ, ἐν βίῳ, ἐν τρόπῳ μαρτυρήσει· σύνοικος ὢν τῷ κυρίῳ ὀαριστής τε καὶ συνέστιος κατὰ τὸ πνεῦμα διαμενεῖ, καθαρὸς μὲν τὴν σάρκα, καθαρὸς δὲ τὴν καρδίαν, ἡγιασμένος τὸν λόγον, ὁ κόσμος τούτῳ. φησίν, ἐσταύρωται καὶ αὐτὸς τῷ κόσμῳ. οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετ’ ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.

坚忍自身亦通过耐受结出不动心之果,奋力求达神圣的同化,只要关于阿纳尼亚同伴们的记载——预言家但以理亦是其中之一,且充满神圣的信心——仍萦绕在任何人的耳畔。但以理曾居于巴比伦,恰如罗得曾居于所多玛,不久后被称为“神之友”的亚伯拉罕曾居于迦勒底人的土地一样。于是巴比伦王将但以理投入充满猛兽的坑中,然而万物之王、信实的主却使他安然无恙地从坑中出来。灵智者(真知者)凡作为真知者,必当得此忍耐:在受试炼时他将如崇高的约伯那样称颂神;如约拿被大鱼吞吃时那样祈求,信心必使他复归而向尼尼微人说预言;纵使与群狮一同被囚,他亦将驯服野兽;纵使被投入火中,他亦必蒙甘露滋润而不被烈火焚毁;他必在黑夜作见证,在白日作见证;在言语上、在生命中、在行事为人上作见证;他与主同住,在心灵中作为密契交谈者与同席者长存,肉体洁净,心灵洁净,言语被圣化,经上所说的“世界对他已经钉在十字架上,他自己亦对世界钉在十字架上”正是如此。此人背负救主的十字架,“宛如追随神明的足迹”跟随主,成为圣者中的圣者。

§2.20.105

Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον· τρυφητιῶσι γὰρ ἡ τοιαύτη χρῆσις χορηγεῖται. λέγεται γοῦν τινα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ὗν θῦν εἶναι φάναι.2 ὡς εἰς θύσιν καὶ σφαγὴν μόνον ἐπιτήδειον· δεδόσθαι γὰρ τῷδε τῷ ζῴῳ ψυχὴν πρὸς οὐδὲν ἕτερον ἢ ἕνεκα τοῦ τὰς σάρκας σφριγᾶν. τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στέλλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσίν· εὐσαρκίᾳ γὰρ καὶ πιότητι τῶν ἄλλων ἰχθύων οὗτοι διαφέρουσιν.

因此,神圣的律法顾及每一种美德,尤其激励人实行节制,将节制立为诸美德之根基;诚然,律法藉由动物的食用预先训练我们获得节制,禁止食用一切本性肥腻之物,正如生来极为肥硕的猪类;因为这般的享用乃是供给沉溺于奢靡者的。据说哲学家中有人解说字源,声称“猪”(hys)即是“牺牲”(thys),因其只适于祭祀与宰杀;赋予这牲畜以灵魂,除使其肉质肥满之外别无他用。律法同样禁止食用那些无鳍无鳞的鱼,以此收敛我们的欲望;因为这些鱼在肉厚与脂膏上异于其他鱼类。

§2.20.106

ἐντεῦθεν οἶμαι καὶ τὸν εὑρόντα τὰς τελετὰς οὐ μόνον τινῶν ζῴων ἀπαγορεύειν ἅπτεσθαι, ἀλλ’ ἔστιν ἅ καὶ τῶν καταθυομένων ὑπεξείλετο τῆς χρήσεως μέρη δι’ αἰτίας ἅς ἴσασιν οἱ μύσται. Εἰ δὴ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα κρατητέον, δῆλον ὡς ἄνωθεν παρειλήφαμεν παρὰ τοῦ κυρίου διὰ τοῦ νόμου τὴν ἐπιθυμίαν ἐκκόπτειν. γένοιτο δ’ ἂν τελείως τοῦτο, εἰ τοῦ ὑπεκκαύματος τῆς ἐπιθυμίας, τῆς ἡδονῆς λέγω, ἀνυποκρίτως καταγνοίημεν. φασὶ δὲ αὐτῆς εἶναι τὴν ἔννοιαν κίνησιν λείαν καὶ προσηνῆ μετά τινος αἰσθήσεως. ταύτῃ δουλεύοντα τὸν Μενέλεων μετὰ τὴν Ἰλίου ἅλωσιν φασὶν ὁρμήσαντα τὴν Ἑλένην ἀνελεῖν ὡς κακῶν τοσούτων αἰτίαν γενομένην, ὅμως οὐ κατισχῦσαι πρᾶξαι ἡττηθέντα τῷ κάλλει, δι’ οὗ ἐπὶ τὴν ἀνάμνησιν τῆς ἡδονῆς ἀφίκετο.

由此我想,设立密仪之人不仅禁止接触某些动物,甚至在祭牲之中,亦因入会者所共知的缘由,将若干部位从食用中除去。 既然肚腹及肚腹以下的部分应当受到克制,显而易见,我们乃是自上由主藉着律法受命剪除欲望。如果我们能毫无虚饰地判定欲望的薪火——我指的是享乐——为当弃之物,此事便能完满成就。人们说享乐的概念乃是伴有某种感觉的平滑愉悦的运动。据说在伊利昂城破之后,墨涅拉俄斯沦为此种享乐的奴隶,虽奋起欲杀海伦,以其为诸多祸患之根源,然而终因受制于美色而无力下手,因借着那美色,他重新唤起了对享乐的记忆。

§2.20.107

ὅθεν ἐπισκώπτοντες οἱ τραγῳδοποιοὶ ὀνειδιστικῶς ἐπεβόησαν αὐτῷ· "σὺ δ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα." καὶ πάλιν· "ἆρ’ εἰς τὸ κάλλος ἐκκεκώφηνται ξίφη;" ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι,3 ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν. τόν τε ἔρωτα κακίαν φησὶ φύσεως· ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δι’ ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παιδοποιίας χρείαν δεδομένη τυγχάνῃ. καὶ ὁ Ξενοφῶν ἄντικρυς κακίαν λέγων τὴν ἡδονήν φησιν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν οἶσθα, ἢ τί καλὸν σκοπεῖς; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη· ἵνα δὲ ἡδέως πίνῃς, οἴνους πολυτελεῖς παρασκευάζῃ, καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς· ἵνα δὲ κατακοιμηθῇς ἡδέως, οὐ μόνον τὰς κλίνας μαλθακάς, ἀλλὰ καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ.

因此悲剧诗人们语带讥讽、满怀谴责地向他高呼: “而你一见其胸乳,便弃剑迎吻,摇尾逢迎背信的母狗。” 又言: “难道利刃因美色而变钝了吗?” 我则赞同安提斯泰尼之言,他说:“若能捕获阿佛洛狄忒,我愿以箭将她射杀,因她毁坏了我们许多秀外慧中的妇人。”他又说情欲乃是天性的恶德;那些屈从于它的不幸之人竟将此疾称为神明。由此显明,较为愚昧之人乃因对享乐的无知而屈服于它;无论享乐是否被称为神,即便是出于繁衍后代的需要而由神所赐,亦绝不可予以纵容。色诺芬亦直斥享乐为恶德,说道: “啊,可怜的人,你懂得什么善,又顾及何种美呢?你连对愉悦之物的欲求都不肯等待,未饥而食,未渴而饮;为了吃得适口而网罗庖厨,为了饮得畅快而备办昂贵的葡萄酒,甚至炎夏奔忙求雪;为了睡得安适,不仅备置柔软的卧榻,甚至为卧榻备下底座。”

语法注3 条
  1. 2.20.103εἴ τῳ ἔναυλα τὰ ἐπὶ τῶν περὶ τὸν Ἀνανίαν ἱστορούμενα

    形容词 ἔναυλα(犹言在耳、历历在目)与不定代词与格 τῳ(τινί)连用作表语,省略了系动词 ἐστί。句子主语为实质化的中性复数分词短语 τὰ ... ἱστορούμενα。

  2. 2.20.105τὴν ὗν θῦν εἶναι φάναι

    由非人称动词 λέγεται 引导的双重间接引语不定式结构:τινα τῶν φιλοσοφούντων 为不定式 φάναι 的逻辑主语(宾格),而在其从属不定式短语中,τὴν ὗν 作主语宾格,θῦν 作表语宾格与 εἶναι 连用。此处包含基于 ὗς(猪)与 θύω/θύσις(祭杀)同音关系的词源双关。

  3. 2.20.107κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι

    表达潜在可能或假设性愿望的条件句:归结节由 κἄν(καὶ ἄν)加不定过去时祈愿语气 κατατοξεύσαιμι 构成,条件节由 εἰ 加不定过去时祈愿语气 λάβοιμι 构成,表明说话者(安提斯泰尼)“若能捕获,定当射杀之”的意愿假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.103-2.20.107