- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.108-2.20.111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了对抗四种根本激情(享乐、悲哀、恐惧、欲望)所需的操练以及作为预习死亡的灵魂脱离,阐明了恶性属灵权势如何藉由诱人表象引诱软弱灵魂,并指出必须依靠理性分辨力在这场属灵争战中克敌制胜。
ὅθεν ὡς ἔλεγεν Ἀρίστων πρὸς ὅλον τὸ τετράχορδον, ἡδονήν, λύπην, φόβον, ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης, "οὗτοι γάρ, οὗτοι καὶ σπλάγχνων ἔσω χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ." καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ κατὰ Πλάτωνα, ὅτι ἑκάστη ἡδονή τε καὶ λύπη προσπασσαλοῖ τῷ σώματι τὴν ψυχὴν τοῦ τε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος ἑαυτὸν τῶν παθῶν. ὁ ἀπολέσας τὴν ψυχὴν τὴν ἑαυτοῦ, φησὶν ὁ κύριος, σώσει αὐτήν, ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἢ ἀπολύσας αὐτὴν ἐκ τῆς πρὸς τὸν συνήθη βίον κοινωνίας. ἐὰν γὰρ ἀπολῦσαι καὶ ἀποστῆσαι καὶ ἀφορίσαι (τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει) τὴν ψυχὴν ἐθελήσῃς τῆς ἐν τούτῳ τῷ ζῆν τέρψεώς τε καὶ ἡδονῆς, ἕξεις αὐτὴν ἐν τῇ ἐλπίδι τῇ προσδοκωμένῃ εὑρημένην καὶ ἀναπεπαυμένην.
因此,正如阿里斯同所言,面对由享乐、悲哀、恐惧、欲望构成的整个“四弦”,需要大量的操练与争战: “因它们,正是它们深入腑脏内部,搅乱人们的心灵。” 诚然,照柏拉图所说,享乐甚至会使自命高贵者的意气变得如蜡一般,因为每一种享乐与悲痛都会将那不使自己脱离并钉死诸激情的灵魂钉在肉体上。 主说:“凡丧掉自己生命的,必救了生命”,这或者是指为救主的缘故不顾危险地献出生命,正如祂为我们所做的那样;或者是指将灵魂从与世俗惯常生活的相通中解脱出来。因为如果你愿意使灵魂从今生的欢愉和享乐中解脱、离弃并分别出来(这正是十字架所预示的),你便将在那所仰望的盼望中,拥有那被寻得且得安息的灵魂。
εἴη δ’ ἂν τοῦτο μελέτη θανάτου, εἰ μόναις ταῖς κατὰ φύσιν μεμετρημέναις ὀρέξεσι, μηδὲν ὑπεροριζούσαις τῶν κατὰ φύσιν ἐπὶ τὸ μᾶλλον ἢ παρὰ φύσιν, ἔνθα τὸ ἁμαρτητικὸν φύεται, ἀρκεῖσθαι βουλοίμεθα. ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἐπεὶ τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες1 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ὁ θεῖός φησιν ἀπόστολος. ἀνδρὸς δὴ χρεία ὅστις ἀθαυμάστως καὶ ἀσυγχύτως τοῖς πράγμασι χρήσεται ἀφ’ ὧν τὰ πάθη ὁρμᾶται, οἷον πλούτῳ καὶ πενίᾳ καὶ δόξῃ καὶ ἀδοξίᾳ, ὑγείᾳ καὶ νόσῳ, ζωῇ καὶ θανάτῳ, πόνῳ καὶ ἡδονῇ. ἵνα γὰρ ἀδιαφόρως τοῖς ἀδιαφόροις χρησώμεθα, πολλῆς ἡμῖν δεῖ διαφορᾶς, ἅτε προκεκακωμένοις ἀσθενείᾳ πολλῇ καὶ προδιαστροφῇ κακῆς ἀγωγῆς τε καὶ τροφῆς μετὰ ἀμαθίας προαπολελαυκόσιν.
如果我们甘愿只满足于合乎自然且有节制的欲望,完全不在合乎自然的事上逾越界限以致走向过度或违背自然(那正是罪恶滋生之处),这便会是“预习死亡”。 因此,“必须穿戴神的全副军装,使我们能抵挡魔鬼的诡计”,因为神圣的使徒说:“我们争战的兵器本不是属血气的,乃是在神面前有能力,可以攻破坚固的营垒,将各样的计谋、各样阻挡人认识神的自高之事,一概攻破了;又将人所有的心意夺回,使它都顺服基督。”确实需要这样一个人,他能对激情由此生起的事物——如贫富、荣辱、健康与疾病、生死、劳苦与享乐——泰然处之且心意不乱。因为为了无可无不可地使用这些中性之物,我们需要极大的分别能力,因为我们此前已被极大的软弱所败坏,并在无知中早已尝受了不良训导与滋养所带来的败坏。
ὁ μὲν οὖν ἁπλοῦς λόγος τῆς καθ’ ἡμᾶς φιλοσοφίας τὰ πάθη πάντα ἐναπερείσματα τῆς ψυχῆς φησιν εἶναι τῆς μαλθακῆς καὶ εἰκούσης καὶ οἷον ἐναποσφραγίσματα τῶν πνευματικῶν δυνάμεων, πρὸς ἃς ἡ πάλη ἡμῖν. ἔργον γάρ, οἶμαι, ταῖς κακούργοις δυνάμεσιν ἐνεργεῖν τι τῆς ἰδίας ἕξεως παρ’ ἕκαστα πειρᾶσθαι εἰς τὸ καταγωνίσασθαι καὶ ἐξιδιοποιήσασθαι τοὺς ἀπειπαμένους αὐτάς. ἕπεται δ’ εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι2 θαυμάζουσαι τοὺς νικηφόρους. Τῶν γὰρ κινουμένων τὰ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα, τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα. κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασιν εἰς αὔξησιν, εἴ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά.
我们哲学的纯正道理主张,一切激情皆是印在柔弱屈服之灵魂上的凹痕,仿佛是那些与我们“摔跤”的“属灵”权势的印记。我想,恶势力的职份便是在每个关头竭力施展自身性情的一斑,以图战胜并据有那些弃绝了它们的人。理所当然的结果是,一部分人被击倒在地;但对于那些以更为矫健的竞技姿态应战、竭力完成全能角斗并进至冠冕之人,上述权势在淋漓的血污中终致精疲力竭,对得胜者惊叹不已。 因为在运动之物中,有些依冲动与表象而运动,如动物;有些依位置的变动而运动,如无生物。在无生物中,据说植物亦能过渡性地向着生长运动,倘若有人向他们承认植物乃是无生物的话。
ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυεῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα. ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς. Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικὰς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἶτα, κατασοφισάμεναι τοὺς μὴ διακρίνειν δυνηθέντας τὴν ἀληθῆ ἀπὸ ψευδοῦς ἡδονὴν καὶ τὸ ἐπίκηρόν τε καὶ ἐφύβριστον ἀπὸ τοῦ ἁγίου κάλλους, ἄγουσιν δουλωσάμεναι. ἑκάστη δὲ ἀπάτη, συνεχῶς ἐναπερειδομένη τῇ ψυχῇ, τὴν φαντασίαν ἐν αὐτῇ τυποῦται. καὶ δὴ τὴν εἰκόνα ἔλαθε περιφέρουσα3 τοῦ πάθους ἡ ψυχή, τῆς αἰτίας ἀπό τε τοῦ δελέατος καὶ τῆς ἡμῶν συγκαταθέσεως γινομένης.
石头分享了“形态(持存)”,植物分享了“本性”,无理性的动物则分享了冲动与表象,同时也兼具前述二者。然而,理性能力作为人类灵魂所特有的禀赋,绝不应当如同无理性动物一般盲目冲动,而应当明辨表象,不被其席卷而去。 因此,我们所论及的权势,向那些易受影响的灵魂抛出美貌、声名、通奸、享乐以及诸如此类诱人的表象,正如赶牲口的人晃动嫩枝那样;继而,在智胜了那些不能明辨真假享乐、不能区分速朽受辱之事与神圣之美的人之后,将他们沦为奴隶并牵引而去。而每一次欺骗,因持续印入灵魂,便在其中塑造其表象。于是,这灵魂在不知不觉中背负了激情的形象,而其起因既来自诱饵,亦来自我们自身的认同。
- 2.20.109λογισμοὺς καθαιροῦντες
分词“καθαιροῦντες”为阳性复数主格,与其直接语法主语中性复数的“ὅπλα”(兵器)在性上不一致。这是因为此处直接引用了《哥林多后书》10:4-5的经文,保留了圣经原句中依照争战者(使徒们,阳性复数)这一概念进行意义一致(constructio ad sensum)的搭配。
- 2.20.110ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι
此处出现统语上的破格构文(悬垂主格)。承接前句的“τοὺς μὲν καταπαλαίεσθαι”(一部分人被击倒),后半句以主格“ὅσοι δὲ...”引出对照群体,然而主句的谓语动词“ἀπαυδῶσι”的主语却转向了“αἱ προειρημέναι δυνάμεις”(前述权势)。在语义上构成了对比:被击倒者与英勇角斗直至得胜者相对,在后者面前,恶势力反倒精疲力竭。
- 2.20.111ἔλαθε περιφέρουσα
由动词 λανθάνω 的不定过去时“ἔλαθε”搭配补足分词“περιφέρουσα”构成的希腊语特征性习语,表示“不知不觉地做某事”,指灵魂在自己未曾察觉的情况下便背负并携带着激情的印记。
