- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.19.101-2.19.102
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免批评斯多亚派将神降格为“自然”的“顺应自然而生活”说,并引箴言与先知书阐明智慧与谦卑的真意。随后他论述了友谊的三种形式及施予给施者自身带来的属灵裨益,最终论定“神的形象”并非关乎肉体,而是见于指导施惠与治理的心灵和理性之中。
ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπῶς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καὶ εἰς λίθους διατείνει. Σαφῶς τοίνυν εἴρηται· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ἀγαπῶντες νόμον προβάλλουσιν ἑαυτοῖς τεῖχος. σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;1 ἡ προφητεία λέγει. Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ’ ἀρετήν· στερρὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον τὸ κατ’ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν, οἳ δὲ τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.
由此,斯多亚派亦立下学说,认为顺应自然而生活乃是至终目的,他们不恰当地将神改称为“自然”,因为自然亦延伸至草木、禾稼、树木以至石头之中。 故此经上明白说道: “恶人不明白律法;爱慕律法的,却为自己立起城墙。” 因为“通达人的智慧能辨明自己的道,愚昧人的无知却是自陷迷误。” “我所看顾的,岂不是那谦逊、安静、因我的言语而战兢的人吗?” 先知预言如此说。 我们受教得知友谊有三种形式:其中第一且最上等的乃是基于美德的友谊,因为出乎理性的爱是坚固的;第二且居中的乃是基于互惠的友谊,这是乐于交往、甘于分施且有益于生活的,因为出乎恩惠的友谊是彼此共通的;最后且第三种友谊,我们称之为出乎习惯的友谊,另有人则称之为基于享乐的友谊,它是易变而不恒定的。
καί μοι δοκεῖ παγκάλως Ἱππόδαμος ὁ Πυθαγόρειος γράφειν· τᾶν φιλιᾶν ἃ μὲν ἐπιστάμας θεῶν, ἃ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἃ δὲ ἐξ ἁδονᾶς ζῴων.2 οὐκοῦν ἣ μέν τίς ἐστι φιλοσόφου φιλία, ἣ δὲ ἀνθρώπου, ἣ δὲ ζῴου. τῷ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετῶν, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται· ὥσπερ γὰρ ὁ κυβερνήτης ἅμα σῴζει καὶ σῴζεται. διὰ τοῦτο ὅταν τις αἰτῶν τύχῃ, οὔ φησι τῷ διδόντι· καλῶς ἔδωκας, ἀλλά· καλῶς εἴληφας. οὕτω λαμβάνει μὲν ὁ διδούς, δίδωσι δὲ ὁ λαμβάνων. δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ’ αὐτῆς, οἱ δὲ παρανομοῦντες ἐξολοθρευθήσονται ἀπ’ αὐτῆς. καὶ μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι δὸς φίλῳ. φίλῳ μὲν κοινωνητέον, ἵν’ ἔτι καὶ μᾶλλον περιμένῃ φίλος, ἐχθρῷ δὲ ἐπικουρητέον, ἵνα μὴ μείνῃ ἐχθρός· ἐπικουρίᾳ γὰρ εὔνοια μὲν συνδεῖται, λύεται δὲ ἔχθρα. ἀλλ’ εἰ καὶ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις· ἀλλ’ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ καὶ τὰ ἑξῆς. ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα ἡ γραφὴ λέγει. τῷ γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται,3 οὐ γὰρ θέμις θνητὸν ἀθανάτῳ ἐξομοιοῦσθαι, ἀλλ’ ἢ κατὰ νοῦν καὶ λογισμόν, ᾧ καὶ τὴν πρὸς τὸ εὐεργετεῖν καὶ τὴν πρὸς τὸ ἄρχειν ὁμοιότητα προσηκόντως ὁ κύριος ἐνσφραγίζεται· οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται· βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος.
在我看来,毕达哥拉斯学派的希波达摩斯写得极为精辟: “在友谊之中,一种本于神明的知识,一种出乎人类的周济,另一种则源于动物的享乐。” 因此,一种是哲学家的友谊,一种是凡人的友谊,另一种则是动物的友谊。实际上,施惠于人者乃是神的形象,在此事上他自己亦蒙受恩惠;正如掌舵之人既拯救他人,亦同时自救。正因如此,当有人求乞得遂时,他并不对施舍者说“你施舍得好”,反而说“你领受得好”。 如此,施者领受,受者施予。 “义人却施恩怜悯;正直人必在世上居住,完全人必在地上存留,恶人却从世上剪除。” 在我看来,荷马亦如预言信徒般说过:“当施予友人。”对于友人,理当与他共享,以使他更加坚定地作朋友;对于仇敌,理当施以援手,以使他不再居于仇敌之列;因为借着援助,善意得以结联,仇隙得以消解。然而: “纵使人有愿做的心,必蒙悦纳,乃是照他所有的,并不是照他所无的。因为原不是要别人轻省,你们受累,乃要均平,在现今的时候”,等等。 圣经说:“他施舍钱财,周济贫穷;他的仁义存到永远。” 因为所谓“照着形象和样式”,正如我们先前所言,所指示的绝非关乎肉体之事——因为凡人与不朽者相似乃是不合神圣之理的——而唯独是按着心灵与理性,主将施惠与统治的类似合宜地印刻于其上。因为治权并非凭肉体的性状得以成就,而是凭理智的决断而行;因为借着(圣洁之)人的谋略,城邦得以妥善治理,家庭亦得妥善维系。
- 2.19.101ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;
在修辞疑问句后出现的 ἀλλ’ ἤ 为固定用法,意为“除了……之外”(引自以赛亚书66:2)。作为排除的对象,介词短语 ἐπὶ τὸν πρᾷον... 与疑问代词短语 ἐπὶ τίνα 保持并列一致。
- 2.19.102τᾶν φιλιᾶν ἃ μὲν ἐπιστάμας θεῶν, ἃ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἃ δὲ ἐξ ἁδονᾶς ζῴων
此句引用毕达哥拉斯学派希波达摩斯之言,呈现多利安方言特征(τᾶν = τῶν, ἃ μέν = ἡ μέν, ἐπιστάμας = ἐπιστήμης, ἁδονᾶς = ἡδονῆς)。句法上,独立的谓语属性属格(ἐπιστάμας)与介词短语(ἐκ παροχᾶς, ἐξ ἁδονᾶς)并列,均表示来源或归属。
- 2.19.102τῷ γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται
中性单数与格冠词 τῷ 将短语“κατ’ εἰκόνα καὶ ὁμοίωσιν”名词化,充当表示方式或指涉的与格(“借着‘照着形象和样式’这一说法”)。主要动词 μηνύεται 的主语是名词化短语 τὸ κατὰ σῶμα。全句的主干对比结构为 οὐ τὸ κατὰ σῶμα μηνύεται... ἀλλ’ ἢ κατὰ νοῦν καὶ λογισμόν(“所指示的并非关乎肉体者,而是唯独关乎心灵与理性者”)。
