← 亚历山太的革利免

杂记

§2.2.4-2.2.6

经由信心的智慧阶梯与上帝的超越性

作者引述《箴言》与《所罗门智训》,阐明真正的智慧与信心如何引导人自感性与理智的认知通达万物的至高主宰,论证上帝在本体上超越而在权能上临近,并重申神圣真理的隐秘性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.4

Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν1 ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις· ὁ δὲ πούς σου μὴ προσκοπτέτω, λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῇ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει. ὅθεν ἐπάγει· μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ. ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. φησὶ γάρ· καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ. αὕτη παιδεία σοφίας· ὃν γάρ ἀγαπᾷ κύριος παιδεύει, ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν.

“不可因你自己的智慧而自高,”《箴言》说,“在你一切的道路上都要认定它,使它修直你的路;你的脚就不致跌倒。” 因为经文意图借此表明,行为必须与理性相符,并且表明我们应当从一切教育中甄选有用之物而持守之。智慧的诸条道路确实多种多样,皆能修直到真理的道路上,而这条路就是信心;“你的脚不可跌倒,”这是就某些看似与神圣唯一的护佑治理相对抗的事物而言的。因此接着说: “不可自以为有智慧,”不要顺从那些叛逆上帝经纶的不敬虔思虑,“只要敬畏唯一全能的上帝,”由此推论出没有任何事物能够对抗上帝。此外,下文也清楚地教导说,对神的敬畏就是远离邪恶。因为经上说: “并要远离一切邪恶。” 这就是智慧的管教与训育: “因为主所爱的,他必管教,”虽令人痛苦以求通达,却复归于和平与不朽。

§2.2.5

ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής. φησὶ γοῦν ἐν τῇ Σοφίᾳ· αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ τὰ ἑξῆς ἕως καὶ δυνάμεις ῥιζῶν. ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων. ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δι’ ὧν ἐπάγει· ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ’ ἡμᾶς φιλοσοφίας. ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον,2 ἐξαναχωροῦν ἀεὶ καὶ πόρρω ἀφιστάμενον τοῦ διώκοντος. ὁ δὲ αὐτὸς μακρὰν ὢν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄρρητον· θεὸς ἐγγίζων ἐγώ, φησὶ κύριος· πόρρω μὲν κατ’ οὐσίαν (πῶς γὰρ ἂν συνεγγίσαι ποτὲ τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται. εἰ ποιήσει τις κρύφα, φησί, τι, καὶ οὐκ ἐπόψομαι αὐτόν; καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ.

因此,我们所遵循的蛮族哲学,确实是完全且真实的。正如《所罗门智训》中所言: “因他亲自将现存事物的真实知识赐给了我,使我明白宇宙的结构”以及接下来的内容,直到“以及草根的力量。” 在这一切之中,它包含了对感性世界中一切受造之物的自然哲思与观察。接着,它借着随后的经文也暗示了理智界的事物: “无论隐秘的还是显明的事,我都晓得;因为通达万物的匠师——智慧,教导了我。” 你在此简要领会了我们哲学的纲领。这些知识若与端正的操行结合研习,便会借由造就万物的工匠——智慧,将人引向万物的统领者;那是一个难以捕捉、难以猎取的存在,总是不断后退,远远避开追寻它的人。然而同一位虽在远处,却已临至最近处,实为不可言喻的奇迹: “我是临近的上帝,”主说;在本体上固然遥远(因为受造之物怎能与非受造者相邻?),但在权能上却至为切近,万物都被拥抱于这权能的怀抱之中。 “若有人在暗处行事,”〔主〕说,“行什么事,我岂能看不见他吗?” 确实,上帝的权能始终临在,以其鉴察、施恩与管教的能力触及我们。

§2.2.6

ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, ἐμφάνισόν μοι σεαυτὸν φησὶ καὶ εἰς τὸν γνόφον, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας· οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος. διὸ οὐδ’ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν.3 ποῖον γὰρ οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἀλλ’ οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν ὁ οὐρανὸς θρόνος αὐτοῦ λέγηται, οὐδ’ οὕτω περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ. δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη δέδεικται, μικρὸν δ’ ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.

因此,摩西深信凭人的智慧绝不能认识上帝,便说:“求你将你自己显给我看,”并且奋力进入 “密云(幽暗)之中”,即上帝的声音所在之处,也就是进入关于“存在者”的无可企及且无形无相的观念之中;因为上帝并不在幽暗或处所中,而是超越处所、时间以及受造物的特质之上。因此他从未局限于局部,既不包容也不被包容,无论依照何种界定或分割。 “你们要为我建造何等殿宇呢?” 主说;但他甚至不曾为自己建造居所,因为他是无所容纳的;即使“天是宝座”之语指向他,他也绝非被其所容纳,而是以受造物为乐而得享安息。因此对我们而言显然的是,真理确实一直被隐藏着,正如已由这一个例子所显明的,稍后我们将通过更多的例证予以证明。

语法注3 条
  1. 2.2.4ὀρθοτομεῖν

    不定词 ὀρθοτομεῖν 紧随形容词 ποικίλαι,作说明性/结果性不定词(epexegetical infinitive),表目的或结果(“以修直/从而修直道路”),表明智慧之诸多途径的目的在于修直到通往真理的道路上。

  2. 2.2.5δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον

    该句以中性名词 χρῆμα 构成的同格短语指代前述阳性名词 τὸν ἡγεμόνα τοῦ παντός。此为希腊语常见修辞惯用法,使用中性名词短语将位格存在抽象化,以突显其属性或难于把握(“难以捕获、难以猎取之物/存在”)。

  3. 2.2.6οὔτε περιέχων οὔτε περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν

    分词 περιέχων 与 περιεχόμενος 作修饰动词 καταγίνεται 的方式状语分词。其后的关联连词短语 ἢ ... ἤ ...(“无论是依据……还是依据……”)作为条件/方式限定,同时修饰“包容”与“被包容”这两种状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.2.4-2.2.6