← 亚历山太的革利免

杂记

§2.1.1-2.1.3

揭示希腊哲学的剽窃与追求真理实质

作者阐明其论证计划,旨在揭示希腊哲学对希伯来经文的剽窃与篡改,并强调追求真理实质而非雕琢华美文辞的治学态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

Ἑξῆς δ’ ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δἰ ὀλίγων δειχθήσεται. οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ’ ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ’ ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν1 ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ πίστεως περί τε μετανοίας καὶ ἐγκρατείας καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν, ὧν ὅσα γε ἀπαιτήσει ἡ κατὰ τὸν τόπον τὸν προκείμενον ὑποσημείωσις, περιληφθήσεται) καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματῶδες εἶδος, ἐζήλωσαν2 οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες, χρησιμώτατον, μᾶλλον δὲ ἀναγκαιότατον τῇ γνώσει τῆς ἀληθείας ὑπάρχον.

其次应当论述的是,既然经书称希腊人为蛮族哲学的盗贼,这一点将如何简要地予以证明。因为我们不仅将证明他们模仿我们当中流传的奇异事迹而作记录,并且我们将揭露他们篡改并伪造最核心的教义——正如我们已经证明的,我们这里的经书更为古老——这既涉及信心、智慧、认识、知识、盼望、信心,也涉及悔改、节制以及对神的敬畏(这确实是一群真理的诸美德,凡当前论题的提纲所要求的,皆将被囊括其中);并且我们将揭示,那些真正探究古代学问的哲学家们,极其热切地效仿了蛮族哲学所隐藏的部分,即这种象征性与谜样的形式,而这对于真理的认识是极有用处、甚至是不可或缺的。

§2.1.2

ἐπὶ τούτοις ἀκόλουθον οἶμαι ὑπὲρ ὧν κατατρέχουσιν ἡμῶν Ἕλληνες ἀπολογήσασθαι ὀλίγαις συγχρωμένους γραφαῖς. εἴ πως ἠρέμα καὶ ὁ Ἰουδαῖος ἐπαΐων ἐπιστρέψαι δυνηθείη ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ ἐπίστευσεν.3 διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους,4 κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ’ εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δἰ ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ μαθήματα, ἐφ’ ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους. ὧν μὲν γὰρ δὴ κλέπται, καὶ δὴ καὶ ταῦτα ἀποδεικτέα περιαιρεθείσης αὐτοῖς τῆς φιλαυτίας, ἃ δὲ αὐτοὶ διζησάμενοι ἑαυτοὺς ἐξευρηκέναι φρυάττονται, τούτων ὁ ἔλεγχος· κατ’ ἐπακολούθημα δὲ καὶ περὶ τῆς ἐγκυκλίου καλουμένης παιδείας, εἰς ὅσα εὔχρηστος, περί τε ἀστρολογικῆς καὶ μαθηματικῆς καὶ μαγικῆς γοητείας τε ἐπιδραμητέον. αὐχοῦσι γὰρ δὴ καὶ ἐπὶ ταῖσδε οἱ Πανέλληνες ὡς μεγίσταις ἐπιστήμαις. ὃς δ’ ἐλέγχει μετὰ παρρησίας εἰρηνοποιεῖ.

在此之后,我认为理当就希腊人攻击我们的事由进行辩护,并辅以少量的经文;以期犹太人在倾听之后,也能悄然从自己所信的事物转向自己未曾信靠的那一位。接着,理所当然地将对高尚的哲学家们的生活以及他们对新奇教义的发明进行一番充满爱心的审视与驳斥;这并非我们要向原告复仇(远非如此,我们这些学会祝福诅咒者的人,哪怕他们向我们倾倒虚妄的亵渎言辞),而是为了他们自身的归正,以期这些无所不知的哲人因受到蛮族的规劝审视而知耻,从而哪怕为时已晚,也能看清他们远涉重洋所求索的究竟是何等的学问。因为对于他们所窃取的事物,在剥除他们的自负之后亦须予以证明;而对于他们夸耀自己探索内心所发现的事物,则须进行审视。随之,对于所谓的通识教育在多大程度上有用,以及关于占星术、数学与魔法巫术,也须简要涉及。因为泛希腊人亦将这些夸耀为最伟大的学问。 “以坦诚规劝人者促成和平。”

§2.1.3

ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν· ἱκανὸν γὰρ δὴ τοῦτο ἀποδημαγωγεῖν τῆς ἀληθείας τοὺς πολλούς, τὸ δὲ τῷ ὄντι φιλοσόφημα οὐκ εἰς τὴν γλῶσσαν, ἀλλ’ εἰς τὴν γνώμην ὀνήσει τοὺς ἐπαΐοντας. δεῖ δ’, οἶμαι, τὸν ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρᾶσθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται· τοὺς γὰρ τῶν λέξεων ἐχομένους καὶ περὶ ταύτας ἀσχολουμένους διαδιδράσκει τὰ πράγματα. γεωργοῦ μὲν οὖν ἴδιον τὸ ἐν ἀκάνθαις φυόμενον ῥόδον ἀβλαβῶς λαβεῖν καὶ τεχνίτου τὸν ἐν ὀστρείου σαρκὶ κατορωρυγμένον μαργαρίτην ἐξευρεῖν, φασὶ δὲ καὶ τὰς ὄρνιθας ἡδίστην ἔχειν τὴν σαρκὸς ποιότητα, ὅτε οὐκ ἀφθόνου τροφῆς παρατεθείσης αὐταὶ σκαλεύουσαι τοῖς ποσὶν ἐκλέγονται μετὰ πόνου τὰς τροφάς. εἴ τις οὖν τοῦ ὁμοίου θεωρητικὸς ἐν πολλοῖς τοῖς πιθανοῖς τε καὶ Ἑλληνικοῖς τὸ ἀληθὲς διαλεληθέναι † ποθεῖ,5 καθάπερ ὑπὸ τοῖς μορμολυκείοις τὸ πρόσωπον τὸ ἀληθινόν, πολυπραγμονήσας θηράσεται. φησὶ γὰρ ἐν τῷ ὁράματι τῷ Ἑρμᾷ ἡ δύναμις ἡ φανεῖσα· ὃ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται.

然而我们已经屡次说过,我们既未曾研习也绝不刻意追求纯正的希腊文修辞;因为这虽足以蛊惑大众偏离真理,但真正的哲学探求所造就的乃是倾听者的心志,而非舌头。我认为,关切真理之人不应出于刻意的雕琢与焦虑来组织辞藻,而应力求仅以其所能表达的方式指明其所愿表达之物;因为对于那些执着于字句并在此劳神的人而言,事物的本质早已逃逸无踪。因此,农夫的专长在于无伤地采摘长于荆棘中的玫瑰,匠人的专长在于寻得埋于牡蛎肉中的珍珠,且据说鸟类在未有丰盛食物摆在面前、而是自己用爪抓挠并辛劳挑选食物时,肉质最为鲜美;故此,若有明察相似之理的人渴望在诸多具有说服力的希腊说辞中寻得潜藏的真理,正如在可怖面具之下寻得真容一般,只要潜心求索,便定能捕获之。因为在给黑马的异象中显现的能力说道:“凡是可能向你启示的,都必将启示给你。”

语法注5 条
  1. 2.1.1οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ’ ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ’ ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν

    句子的核心骨架为 οὐ μόνον παραστήσομεν αὐτοὺς ἀναγράφειν... πρὸς δὲ διελέγξομεν [αὐτοὺς] σκευωρουμένους καὶ παραχαράσσοντας... 前半句由 παραστήσομεν 统领带不定式的宾格结构(αὐτοὺς ἀναγράφειν,分词 ἀπομιμουμένους 与逻辑主语 αὐτούς 一致),后半句由 διελέγξομεν 接分词补足语(σκευωρουμένους καὶ παραχαράσσοντας),形成不对称的并列。中间插入的 προγενεστέρων οὐσῶν... 为属格绝对结构。

  2. 2.1.1καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματῶδες εἶδος, ἐζήλωσαν

    καὶ ὡς... 引导的名词性从句承接上文的 διελέγξομεν,表示“我们还将揭示……”。ὡς τὰ μάλιστα 作为固定副词短语,意为“极度地/极其热切地”,修饰动词 ἐζήλωσαν。从句主语为后置的分词短语 οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες。

  3. 2.1.2ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ ἐπίστευσεν

    两个省略先行词的关系代词从句构成的对比。前半句 ἐξ ὧν 为中性复数(相当于 ἐκ τούτων ἃ ἐπίστευσεν,“从他所信的事物中”),后半句 εἰς ὃν 为阳性单数宾格,指代基督(“归向他所未信靠的那一位”),体现了从教义事物转向位格基督的归正。

  4. 2.1.2πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους

    πολλοῦ γε καὶ δεῖ 为固定习惯表达,意为“相差甚远/断乎不可能”(字面为“缺得极多”)。其后的宾格分词短语 τοὺς εὐλογεῖν μεμαθηκότας... 与逻辑主语 ἡμᾶς 同位,作为语境中省略的不定词(如 ἀμύνεσθαι)的逻辑主语。

  5. 2.1.3ἐν πολλοῖς τοῖς πιθανοῖς τε καὶ Ἑλληνικοῖς τὸ ἀληθὲς διαλεληθέναι † ποθεῖ

    此处的匕首符号(†)标示文本传抄存疑。介词短语 ἐν πολλοῖς τοῖς πιθανοῖς... 意为“在诸多具说服力且希腊式的[言论]之中”。διαλεληθέναι 为完成时不定词(“潜藏”)。在句法上,ποθεῖ(“渴望、欲求”)统领不定词或隐含的寻找动词,意指“渴望[发现]潜藏的真理”,与后文的狩猎比喻(θηράσεται)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.1.1-2.1.3