- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.19.97-2.19.100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了按神的形象与样式受造的真知者的美德与善行,借亚当、挪亚、亚伯拉罕及其后嗣的预表阐明真正的产业继承与智者的王权,并将柏拉图与神同化的学说与律法顺从上帝的教导联系起来。
Οὗτός ἐστιν ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατευόμενος, ὑπομένων, δικαίως βιούς. βασιλεύων τῶν παθῶν, μεταδιδοὺς ὧν ἔχει, ὡς οἷός τέ ἐστιν, εὐεργετῶν καὶ λόγῳ καὶ ἔργῳ. οὗτος μέγιστος, φησίν, ἐν τῇ βασιλείᾳ ὃς ἂν ποιῇ καὶ διδάσκῃ μιμούμενος τὸν θεὸν τῷ παραπλήσια χαρίζεσθαι· κοινωφελεῖς γὰρ αἱ τοῦ θεοῦ δωρεαί. ὃς δ’ ἂν ἐγχειρῇ τι πράσσειν μεθ’ ὑπερηφανίας, τὸν θεὸν παροξύνει, φησίν· ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία, ἀφ’ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν.
这正是那“照着形象和样式”的人,即真知者;他在力所能及的范围内效法神,在达致可能达到的类似的过程中无所遗漏,自制、隐忍、公义度日,统御情欲,尽己所能施予所有,以言以行施惠于人。经上说:“凡遵行并且教导的,在天国里是最大的”,他借着施予相仿的恩惠来效法神,因为神的恩赐是公诸普世的。 经上说:“凡存傲慢之心行事的,便是触怒神”;因为狂妄自大是灵魂的恶德,律法吩咐人当从狂妄及其他恶德中悔改,叫那些人借着口、心、手这三者,将自己的生命从失和中调和,转向更美善的改变。
σύμβολον δ’ ἂν εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου στόμα. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο· τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται ὁ θεός. κἂν εἷς τὸν ἀριθμόν, ἐπ’ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οὗ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πᾶν. αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται. ἐπεὶ τί τὸν Ἀδὰμ ὠφέλησεν ἡ τοσαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς· αὐτὸς γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τὰ μὲν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν· ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.1
这些乃是象征:手象征行动,心象征谋略,口象征言语。因此,关于悔改之人,经上的谕旨说得好:“你今日拣选神作你的神,主今日也拣选你作他的子民。”因为凡竭力事奉永有者如恳求者的,神必收纳为己有。纵然在数目上仅有一人,他亦受享同于全民族的尊荣;因为他作为子民的一部分,便使整体完满,得以复归于其本然,且全体亦往往由局部来称呼。这种高贵乃显明在拣选并操练至善之事上。否则,亚当那极其卓绝的高贵究竟于他有何益处呢?他并无凡人的父亲,因为他自己便是所有受生之人的始祖。但他随从妻子,欣然拣选了可耻之事,忽略了真实与美善之物;因此他换取了必死的生命以代不死之生,尽管尚未至绝灭的境地。
Νῶε δὲ ὁ μὴ οὕτω γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δἰ ἡδονῆς ἀπόλαυσιν, δἰ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἷς μόνος διαδέχεται κληρονόμος2 τῶν πατρῴων ἀγαθῶι·, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενείας· ἔκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος, καὶ τὰς εὐχὰς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γὰρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. ἡ δὲ οἰκονομία αὕτη καὶ προφητικὴ καὶ τυπική. ὅτι δὲ τοῦ σοφοῦ πάντα ἐστί, σαφῶς μηνύει λέγων· διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δἰ οὗ τὰ πάντα γέγονεν καὶ τοῖς ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.
而挪亚并未成为亚当那般,因着神圣的看顾而得蒙拯救;因为他献上自己以归于神。而亚伯拉罕从三位妇人繁衍后代——依我看来,并非出于享乐之欲,而是出于起初繁衍族类的指望——只有一位继承人继承其父辈的产业,其余诸子则自亲族中被分迁出去。从他所生的双子中,那作弟弟的因得父亲悦纳而继承产业并领受祝福,哥哥反倒服事他;因为对卑劣者而言,不能自主乃是最大的福祉。这种经纶既具预言性,又具预表性。智慧人拥有万有,正如他明言所指示的:“因为神怜恤了我,我便应有尽有。”律法由此教导说,人当渴慕那唯一的本源,万有借他而造,所应许的恩赏亦借他赐予配得之人。
κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ·3 βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ, ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ. Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν. φησὶ γὰρ ὁ νόμος· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξετε. τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμος ἀκολουθίαν ὀνομάζει· ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.
因此,律法借着神圣的智慧,将那成为天国继承者的贤德之人,记为昔日义人的同胞公民,即那些依律法而行以及在律法之前便如法度日之人,他们的行迹对我们而言已成为法则。律法再次教导智慧人为王,使外族人对他说道:“你在我们中间是一位从神而来的君王”;这正是被统治者因慕德之心,以甘心乐意之志顺服那贤德之人。 哲学家柏拉图亦视幸福为至终目标,称幸福乃是“在可能范围内与神相似”,无论他是以某种方式吻合了律法的训诫(因为正如毕达哥拉斯学派的斐洛在诠释摩西著作时所言:“伟大的本性在脱离了情欲之后,往往能在某种程度上切中真理”),抑或因其常求知若渴而从当时的某些硕学之士处领受教导。因为律法说:“你们要顺从耶和华你们的神,谨守我的诫命。”律法实将这种同化称为“顺从跟随”;而这种跟随正能依人之力使人相似于神。主说:“你们要怜悯且慈悲,正如你们的天父是慈悲的。”
- 2.19.98ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο
复合动词 ἀνθυπαλλάσσομαι(以……换取)带宾格(θνητὸν... βίον)表示换得之物,带属格(ἀθανάτου)表示让渡或失去之代价。句首介词短语 ἐφ' οἷς 表推论连接(“由此/其结果是”)。插入语 ἀλλ' οὐκ εἰς τέλος(“虽未至彻底绝灭”)嵌在宾语与动词之间。
- 2.19.99τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δἰ ἡδονῆς ἀπόλαυσιν, δἰ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἷς μόνος διαδέχεται κληρονόμος
宾格短语 τόν... Ἀβραὰμ 是主要动词 διαδέχεται 的直接宾语,构成“唯有一位继承人(εἷς μόνος... κληρονόμος,主格主语)继承亚伯拉罕”的句式。由于宾语前置到句首并带有分词短语,使主谓结构略显倒装隔开,但在句法上亚伯拉罕是被继承的对象。
- 2.19.100τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ
动词 ποιεῖ 在此意为“描绘/使之”,支配宾格(τοὺς μὴ ὁμοφύλους)并与分词(λέγοντας)构成复合宾语结构,意为“律法描绘/使得异族之人对他说道”。
