← 亚历山太的革利免

杂记

§2.18.93-2.18.96

律法关于动物与胎儿保护之条例的意涵

克莱门特列举了律法中禁止同日宰杀母兽与其幼崽、保护胎儿、禁止牛驴并耕等条例,指出这些规定谴责了异教徒遗弃婴孩与残暴行径,旨在培养人道仁恕之德并启示属灵教育的秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18.93

ἐρίφων μὲν γὰρ καὶ ἀρνῶν ἐμφορεῖσθαι ἐπιτέτραπται, καί τις ἴσως ἀπολογία τῷ διαζεύξαντι τῆς τεκούσης τὸ ἔκγονον· ἡ δὲ τοῦ παιδίου ἔκθεσις τίνα τὴν αἰτίαν ἔχει; ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δἰ ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι.1 πάλιν αὖ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν ἔκγονον καὶ μητέρα. ἐντεῦθεν καὶ Ῥωμαῖοι, εἰ καί τις ἔγκυος καταδικασθείη τὴν ἐπὶ θανάτῳ,2 οὐ πρότερον ἐῶσιν ὑποσχεῖν τὴν τιμωρίαν πρὶν ἢ ἐκτεκεῖν. ἄντικρυς γοῦν καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, ὁ νόμος οὐκ ἐπιτρέπει ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, μακρόθεν ἐπισχὼν τὴν εὐχέρειαν τῶν εἰς ἄνθρωπον ἀδικούντων. οὕτως ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵνα ἐν τοῖς ἀνομογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι χρησώμεθα.

因为律法固然容许人尽情吃山羊羔和绵羊羔,对于将幼崽从生它的母兽身旁带走的人,或许还有某种辩解之词;但遗弃婴孩又有什么理由呢?对于本无心繁衍后代的人而言,原本就不该结婚,免得因纵情于享乐而沦为杀婴犯。此外,仁慈的律法再次禁止在同日将幼崽与其母兽一同宰杀作祭物。由此,罗马人哪怕将孕妇判处死刑,也绝不容许她在分娩之前接受刑罚。律法确实绝不许可宰杀任何怀孕的动物,直等它生产之后,以此从远处遏制那加害于人者的肆意妄为。律法正是这样将仁恕之道延伸及于无理性的动物,好叫我们在异类动物身上受到操练之后,能以极其丰盛的人道之情施于同类。

§2.18.94

οἳ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γάλακτι ἀνακεκραμένην σάρκα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαρρήδην τοῦ νομοθέτου κελεύοντος ἀλλ οὐδὲ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ· μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω. ὁ δὲ αὐτὸς νόμος διαγορεύει βοῦν ἀλοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ’ ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.

然而,有些人竟在某些动物分娩前踢踹其腹部,以便享用混和着乳汁的肉块,将那为繁衍而造的母胎变成了受孕胚胎的坟墓;尽管立法者早已明文吩咐: “也不可用其母的奶煮绵羊羔”;因为律法说,不可叫活物的养料成为被杀动物的调味品,亦不可叫生命的因由沦为吞噬肉身的帮凶。同一律法又规定: “牛在场上踹谷的时候,不可笼住它的嘴”;因为诚然,“工人理当得其饮食”。 律法又禁止将牛与驴同负一轭耕地,这固然也许是考虑到动物之间的不合相称,但同时也表明不可冤屈任何异族之人并将他们置于轭下,因为除了异族的血统之外并无可指责他们之处,而这种异质性本无可责,既非恶德,亦非出于恶德。在我看来,这一寓意更昭示着,不当将道之耕作同等地分授于洁净者与不洁者、信者与不信者,因为牛是洁净的,而驴则被列于不洁之类中。

§2.18.95

Δαψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς ψυχῆς· οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ. ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνται· κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δἰ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ὡς μηδὲν παραβλαστάνον κωλύῃ τὴν αὔξησιν. τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι ἀτελῆ ἐξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν3 τῷ θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον.

仁慈的道充溢着人道之情,教导说凡属于人工培植的林木皆不可砍伐,亦不可在收获之前为了损毁而割取麦穗,总之绝不可破坏栽培的果实,无论属于大地的果实还是灵魂的果实;因为律法甚至不容许人砍伐摧毁仇敌之地的树木。不仅如此,农夫们亦从律法中获得了这些益处:因为律法吩咐将新植的树木接连抚育三年,修剪去多余的赘芽,免得树木负荷过重而受压迫,并免得养分因分散匮乏而变得衰弱,又吩咐环绕挖土深耕,免得杂生之物妨碍其生长。律法亦不容许从未成熟的幼树上采摘未成熟的果实,而是吩咐在满三年后的第四年,待树木成熟之后,将初熟之物奉献给神。

§2.18.96

εἴη δ’ ἂν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικόπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῷ ματαίας τῆς ἐννοίας πόας, ἔστ’ ἂν τελειωθῇ καὶ βέβαιον γένηται τὸ ἔρνος τῆς πίστεως. τῷ γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετρὰς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν. Θυσία δὲ αἰνέσεως ὑπὲρ ὁλοκαυτώματα. οὗτος γάρ σοι, φησί, δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν. ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχὺν ἐν γνώσει ποίει δύναμιν. ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.

这种农耕的比喻,正可作为一种施教的方式,教导人们应当削去罪恶的副生赘芽,并铲除那些与丰硕果实一同滋生的虚妄杂念之草,直等信心的幼苗成熟稳固。因为在第四年——因为接受稳固教导者亦需要时间——四枢德被奉献给神,第三层的安歇如今已联结于主的第四种存有状态。 “赞美之祭胜于燔祭。” “因为是他”,经上说,“赐给你力量以成就大能。” 若事理已向你显明,你在知识中领受并获得力量之后,就当行出大能。因为经文借此表明,美善与恩赐皆是由神供应的,而我们既成为神圣恩典的执事,就当播撒神的善行,使亲近我们的人成为品德崇高之人,好叫节制者尽力造就自制之人,勇敢者造就高尚之人,明哲者造就聪慧之人,公义者造就义人。

语法注3 条
  1. 2.18.93ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δἰ ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι

    非人称未完成过去时动词 ἐχρῆν(含有未能实现的过去义务含义)支配与格短语 τῷ ... γλιχομένῳ(关系与格,充当不定词的逻辑主语)以及由 ἢ 连接的两个不定词(带否定词 μηδὲ 的 γῆμαι 与 γεγονέναι)。这里的连词 ἢ 构成对立排他性的选择,意即“要么当初就不应结婚,要么(即使结婚)也不该因放纵享乐而沦为杀婴犯”。

  2. 2.18.93καταδικασθείη τὴν ἐπὶ θανάτῳ

    被动语态动词 καταδικασθείη 之后的宾格短语 τὴν ἐπὶ θανάτῳ(省略了 δίκην 或 τιμωρίαν)源于主动语态的双重宾格结构(καταδικάζω τινά τι),属于保留宾格(retained accusative)或表示刑罚内容的内在宾格,意为“被判处死刑”。

  3. 2.18.95καθιερώσοντα τὴν ἀπαρχὴν

    将来时主动分词 καθιερώσοντα(阳性宾格单数)修饰由 οὐκ ἐᾷ 支配的不定词 δρέπεσθαι 的未明言逻辑主语(如农夫),充当表示目的的副词性分词(“为了将初熟之物奉献给神”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.18.93-2.18.96