← 亚历山太的革利免

杂记

§2.18.89-2.18.92

律法中顾恤俘虏与牲畜以培育温和之德

作者阐明律法通过对待女俘虏与仇敌牲畜的慈悲规条教导人节制、宽容与和睦,并论述律法对牲畜母子的关顾旨在遏制人类的残暴以培养温和仁厚之德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18.89

ὁρᾷς φιλανθρωπίαν μετ’ ἐγκρατείας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι1 οὐκ ἐπιτρέπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόπτει δὲ τὴν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τὰς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἔρωτα· εἰ γὰρ λογισμὸς ἀναπείθει γῆμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται.2 ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.

你看见这伴随着节制的人道之情了吗?对于爱恋上女俘虏而成为其主人的男子,律法不容许他沉溺于享乐,而是以一段有度的时期抑制其情欲,更剃去女俘虏的头发,好叫那放纵的爱欲感到羞惭;因为若是理性说服他娶她为妻,那么即使她变得丑陋,他也仍当执持不弃。继而,若有人情欲既饱,便不再屑于同女俘虏相交,律法则规定绝不可将她变卖,甚至不可留作使女,而是意欲叫她得享自由并脱离奴役,免得有别的女人继她进门之后,她遭受因嫉妒而生的无法挽回的祸患。

§2.18.90

Τί δέ; καὶ ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προστάσσει πόρρωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθροῖς, ἵνα τούτοις ἐγγυμνασαμένους ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι διδάξῃ. οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι. κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ὑποζύγιον εὕρῃς, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος. τῇ γὰρ ἀμνηστίᾳ ἕπεται ἡ καλοκἀγαθία, καὶ ταύτῃ ἡ τῆς ἔχθρας διάλυσις. ἐντεῦθεν εἰς ὁμόνοιαν καταρτιζόμεθα, ἣ δὲ εἰς εὐδαιμονίαν χειραγωγεῖ. κἄν τινα ἐξ ἔθους ἐχθρὸν ὑπολάβῃς, παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς,3 ἐπίστρεψον αὐτὸν εἰς καλοκἀγαθίαν.

又当如何呢?主甚至吩咐,当仇敌的牲畜负载沉重时,当协助减轻负担并协力拉起,从远处便教导我们不可接纳幸灾乐祸之心,亦不可因仇敌受苦而自得其乐,好叫我们借此受到操练后,他能教导我们为仇敌祈祷。因为既不当嫉妒并因邻舍的福乐而忧伤,更绝不可因邻舍的灾难而汲取快乐。 “然而,你若看见”,律法说: “某个仇敌迷失的牲畜,当撇开争端的火种,牵回去还给他”;因为宽恕恶待之后便有崇高的美德相随,而随此美德而来的乃是仇怨的消解。我们由此被塑造而达于和睦,而和睦又引领人走向幸福。即使你按习惯认定某人是仇敌,但若发现他因欲望或怒气而失去理性、陷于妄想,也当引导他归向崇高的美德。

§2.18.91

Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, ὁ εἰς Χριστὸν παιδαγωγῶν, θεός τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπ’ ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν κεχρημένος; ἐλεᾶτε, φησὶν ὁ κύριος, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς ποιεῖτε, οὕτως ποιηθήσεται ὑμῖν· ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν· ὡς κρίνετε, οὕτως κριθήσεσθε· ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔτι τοὺς ἐπὶ τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἐκδιδόναι εἰς κόλασιν κωλύει. παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνο· ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἄργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος. καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία· ἐμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὢν ζωὴν ζητήσει· καὶ ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.

难道如今这“引人归向基督的启蒙教师”——律法——的人道与善良,以及自始至终为了拯救而适切地对待各族、兼具公义与良善的同一位神,还未显明出来吗? “你们要怜恤人”,主说: “好叫你们蒙怜恤;你们要饶恕人,好叫你们蒙饶恕;你们怎样待人,人也必怎样待你们;你们怎样给与,人也必怎样给与你们;你们怎样审判,人也必怎样审判你们;你们怎样显出恩慈,人也必怎样向你们显出恩慈;你们用什么量器量给人,人也必用什么量器量给你们。” 此外,律法禁止那些为求口粮而服役的人受到羞辱,并向那些因债落入奴役的人在第七年赐予完全的释放自由。不仅如此,它更禁止将求庇护者交出受罚。因此,那句神谕比一切都更真实: “正如金银在炉中受试炼,主也如此拣选人的心。” 并且: “仁慈的人乃是忍耐的,凡顾念思虑之人皆有智慧;因为思虑必临到明哲人,他既有心顾念,就必寻求生命;寻求神的人必寻得连同公义的知识,而正直寻求他的人已经寻得平安。”

§2.18.92

Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι. αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας, ἀπέχεσθαι διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων. χάρισαι γοῦν, φησί, τῇ μητρὶ τὸ ἔκγονον κἂν ἑπτὰ τὰς πρώτας ἡμέρας. εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τῶν ἐκγόνων, ὁ ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν ἀτιμάζει τὴν φύσιν. δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὅ μὲν καὶ ἐπ’ ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ νόμου διὰ τῆς προειρημένης ἐντολῆς. εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεύγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπ’ ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, ἵν’ εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν.4

在我看来,毕达哥拉斯对无理性动物的温和态度,也是从律法中领受的。例如,关于羊群、山羊群与牛群中所生下来的幼崽,律法严厉禁止人们立即享用消费——哪怕借着献祭的名义也不可收取——这既是为了幼崽,也是为了母兽,律法自下而上、从无理性的动物开始将人抚育培养至温和。 “无论如何”,律法说: “至少头七天,要将幼崽赐给母兽。” 因为若没有一件事是无因而生的,而乳汁沛降于产崽的母兽乃是为了哺育幼崽,那么凡将初生之物从乳汁的经纶安排中夺走的,就是亵渎了自然。因此,希腊人以及任何其他抨击律法的人,就应当感到羞惭,因为律法尚且施恩于无理性的动物,而他们却甚至将人的婴孩遗弃,尽管律法早已远距离且预言性地借着上述诫命遏制了他们的野蛮性。因为律法若禁止无理性动物的幼崽在哺乳之前与生母分离,那么在人身上,它就更极大地预先医治了那残暴且未受驯化的心志,好使他们哪怕蔑视自然,至少不敢蔑视教诲。

语法注4 条
  1. 2.18.89τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι

    τῷ ἐρῶντι 为名词化分词,γεγονότι 以 κυρίῳ 为表语与格修饰 τῷ ἐρῶντι,整体作 ἐπιτρέπει(容许)的与格间接宾语:“向那位爱恋着并成了女俘虏之主人的男子”。τῆς αἰχμαλώτου 则是依赖于 κυρίῳ 的宾格性属格(“女俘虏的主人”)。

  2. 2.18.89γενομένης αἰσχρᾶς ἀνθέξεται

    γενομένης αἰσχρᾶς 为表示让步的独立属格(其逻辑主语“女俘虏”承前省略),意为“即便她变得丑陋”。主句动词 ἀνθέξεται(“紧握、坚持不弃”)按用法当支配属格补足语,此处承前省略了代词 αὐτῆς。

  3. 2.18.90παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς

    καταλάβῃς(“发觉、遇着”)支配宾格代词 τοῦτον(“此人”),分词 παραλογιζόμενον(“陷于妄想、误判”)作宾语补足语。副词 ἀλόγως 修饰该分词,ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ 为表示原因或手段的与格(“或出于情欲,或出于怒气”)。

  4. 2.18.92ἵν’ εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν

    在 εἰ καί 引导的从句中省略了动词 καταφρονοῦσιν 的紧缩对比结构。τῆς φύσεως 与 μαθήσεως 均为 καταφρονέω(蔑视)所支配的属格,构成让步对比:“好使他们即便[蔑视]自然,至少也不至于蔑视教诲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.18.89-2.18.92