- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.18.86-2.18.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特列举了禁止拾穗、安息年与禧年的产业归还、归还失物,以及人道对待外邦人、敌人和女俘的律法条例,论证律法教导人敬虔、相交、公义与节制。
ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθότητα καταγγέλλει, τοῦ πᾶσιν ἀφθόνως χορηγοῦντος τὰς τροφάς; ἔν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθέντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν· τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλάας συλλέγουσι διατάσσεται. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρωπίας1 καὶ τοῖς πλησίον ἐδίδασκον. ἐκ τούτων γάρ, οἶμαι, τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ νόμου; ἦ γάρ; οὐχὶ διὰ μὲν τοῦ ἑβδόμου ἔτους ἀργὴν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν, τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς οὖν οὐ χρηστὸς ὁ νόμος καὶ δικαιοσύνης διδάσκαλος; πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἅ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην καὶ διὰ βίου κολαζομένους ἐλεῶν.2 ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.
你看这律法如何同时彰显了神的公义与良善——他将食粮丰足地供应给万人。再者,在采摘葡萄时,律法禁止人们重新折返去采摘遗留的果实,也不得拾取落地的葡萄粒;对于采摘橄榄的人,亦作了同样的规定。更有甚者,田产与牲畜的十分之一税,教导人们敬畏神明,不可在凡事上贪图私利,而当出于人道与邻舍分享。因为依我之见,祭司们也是靠这些初熟之物得以维持生计的。那么,我们难道还不明白,我们正受到律法的教育,走向敬虔、相交、公义与人道吗?难道不是这样吗?它不是吩咐在第七年让土地休耕闲置,并吩咐穷人坦然享用依凭神的意旨自然生长的土产,由自然为愿意的人效力耕耘吗?既然如此,律法怎能不是良善的、公义的导师呢?此外,在第五十年,它又命令实行与第七年相同的规条,若有人在此期间因某种变故丧失了田地,便将各自的产业归还本人,借着用益的有度期限来限制那些渴望索求之人的贪欲,并怜恤那些长期遭受贫困之刑罚且终生受苦之人。 “施舍与诚信乃是王者的护卫”,“祝福临到分施之人的头上”,并且 “怜悯贫穷的,必蒙福乐”,因为他因着对人类创造者的爱,向同类显明了爱。
Ἔχει μὲν οὖν καὶ ἄλλας † ἐκδόσεις τὰ προειρημένα φυσικωτέρας περί τε ἀναπαύσεως καὶ τῆς ἀπολήψεως τῆς κληρονομίας, ἀλλ’ οὐκ ἐν τῷ παρόντι λεκτέαι. ἀγάπη δὲ πολλαχῶς νοεῖται διὰ πραότητος, διὰ χρηστότητος, δι’ ὑπομονῆς, δι’ ἀφθονίας καὶ ἀζηλίας, δι’ ἀμισίας, δι’ ἀμνησικακίας· ἀμέριστός ἐστιν ἐν πᾶσιν, ἀδιάκριτος, κοινωνική. πάλιν ἐὰν ἴδῃς φησὶ τῶν οἰκείων ἢ φίλων ἢ καθόλου ὧν γνωρίζεις ἀνθρώπων ἐν ἐρημίᾳ πλανώμενον ὑποζύγιον, ἀπαγαγὼν ἀπόδος. κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἂν κομίσηται ἀπόδος. διὰ φυσικὴν κοινωνίαν διδάσκει τὸ εὕρημα παρακαταθήκην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ ἐχθρῷ.
关于安息以及收回产业,上述事情虽另有更为物理或本性的解释,但眼下暂且不论。爱借着温和、仁慈、坚忍、慷慨与不嫉妒、无仇恨、不念旧恶等多重方式而被理解;爱在万人之中不可分割、毫无偏私、乐于交通。此外,律法说:“你若看见 亲属、朋友,或总括而言你所认识之人的牲畜在旷野迷失,就当牵回去还给他。即使主人碰巧住得很远,也要把它与你自己的牲畜一同妥善看管,直到他来取回时还给他。” 出于本性的相交,律法教导人们将拾得之物视作寄托物,且不可对仇敌怀怨。
πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου. τί δέ; οὐχὶ τοὺς ἐπήλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενεῖς, ἀλλ’ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν; ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ. ἄντικρυς γοῦν φησιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’ Αἴγυπτον, ἤτοι τὸν ἐθνικὸν ἢ καὶ πάντα τὸν κοσμικὸν Αἰγύπτιον προσειπών· τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λ΄ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου· οὔτε γὰρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλ’ ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν3 γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ.
“主的诫命乃是生命的泉源”,真实地,“使人避开死亡的网罗”。 又当如何呢?律法难道不命令人们不仅要如对待朋友与亲属那样爱寄居者,更要在身心两方面如爱自己一般爱他们吗?确实,它甚至尊重外邦民族,且对加害于己的人也不怀恨在心。无论如何,它直截了当地说: “你不可厌恶埃及人,因为你在埃及地作过寄居的”,它在此称外邦人或所有属世之人为埃及人。对于仇敌,哪怕他们已经兵临城下企图攻取城池,律法也吩咐不可立时视其为敌,直到派遣使者召他们归于和平为止。此外,律法吩咐不可带着侮慢去与女俘同房,而是说:“任凭她三十日 为她所愿意的人哀哭,随后为她换去衣裳,按律法与她结为夫妻而同房”;因为律法认为,同房之事既不可出于凌辱,亦不可如对待娼妓般出于牟利,而唯独为了繁衍后代才当有此交通。
- 2.18.86μεταδιδόναι δὲ φιλανθρωπίας
不定词 μεταδιδόναι 之后的属格 φιλανθρωπίας 既可被理解为所分享内容的部分属格,但在此语境中更宜作为原因或来源属格(“出于人道”),表示分施的动机;其后的与格 τοῖς πλησίον 则表示接受分施的对象。
- 2.18.86προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον ... περιορίζων ... ἐλεῶν
阳性单数现在分词 προσαποδιδοὺς、περιορίζων 与 ἐλεῶν 与动词 κελεύει 的主语一致。分词采用阳性单数形式,在语法上与前句的阳性名词 ὁ νόμος(律法)一致,在意义上则将律法拟人化为立法者(或呼应幕后的立法者神或摩西)。
- 2.18.88ἀλλ’ ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν
在否定词(οὔτε ... οὐδὲ μὴν)之后,短语 ἀλλ’ ἤ 构成固定习语,意为“除了……之外”或“唯独”。此处用以限定和强调唯一正当的目的:“唯独为了繁衍后代”。
