- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.18.82-2.18.85
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门引述旧约律法中关于免除兵役、禁止取利、即日付酬以及留存落穗等规定,论证这些律法并非出于引发情欲之惧,而是基于战术考量与仁爱人道,意在训导信徒走向慷慨施与和彼此相通。
πάλιν εἴ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι, ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετείληφεν, ἢ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας ὁ φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν, ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι), φιλανθρώπως δέ, ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εἶναι λογισάμενος τὸν μὲν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν.
此外,律法说,“如果有人新盖了房屋,尚未迁入居住;或新栽了葡萄园,尚未享用其果实;或与处女订了婚,尚未娶她”,仁爱的律法便命令免除这些人的兵役:从战略上讲,是为了使我们不致因心系欲望而懈怠地服事战事(因为毫无借口地投身于危险之中的人,其冲动才是自由的);从人道上讲,则因为战事难料,律法认为劳力之人不能享受自己的辛劳、而另一个人却不劳而获地获取劳碌之人的成果是不公义的。
ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάσει· τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς. ἐγώ, φησί, τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, ἡ σοφία λέγει, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην καὶ τὰ ἑξῆς. τί δέ; οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας τοὺς Ἑβραίους ἐκ σωφροσύνης δι’ ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο; προσεταιρισάμεναι γὰρ αὐτοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τὰς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας· γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν1 ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως αὐτούς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος.
律法规定栽种者应当享用果实、建造者应当居住、求婚者应当娶亲,似乎也由此显明了灵魂的勇敢;因为对于那些按照诺斯替的正理受过操练的人,律法绝不会使他们的希望落空: “因为善人不论离世还是活着,其盼望永不破灭。” 智慧说: “爱我的,我爱他们,” “寻求我的,必得平安,”等等。又当如何看呢?米甸的妇女们难道不是凭着自己的美貌,引诱交战的希伯来人由节制经由无节制而坠入无神之境吗?因为她们诱惑他们脱离庄重的修习而陷入娼妓般的享乐,以美色为饵,使他们为偶像的祭祀和异邦的妇人而发狂;他们同时屈服于妇人和享乐,既离弃了神,也离弃了律法,整个民众因着女人的计谋险些沦于敌手,直到在危险中警戒的恐惧勒住了他们。
αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων. ἀρχὴ οὖν σοφίας θεοσέβεια, σύνεσις δὲ ἁγίων προμήθεια, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὄντι τὸν νόμον. φόβος γὰρ κυρίου ζωὴν ποιεῖ. ὁ δὲ πλανώμενος ὀδυνηθήσεται ἐν πόνοις οἷς οὐκ ἐπισκέπτεται γνῶσις. ἀμέλει μυστικῶς ὁ Βαρνάβας ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, φησί, δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. γίνεσθε οὖν θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ ὁ κύριος ἀφ’ ὑμῶν, ἵνα εὕρητε ἐν ἡμέρᾳ κρίσεως. τοὺς τούτων ἐπηβόλους ἀγάπης τέκνα καὶ εἰρήνης γνωστικῶς προσηγόρευσεν. περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων λόγων ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς). οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις χαρίζεσθαι τοῖς δεομένοις. θεὸς γὰρ ὁ κτίστης τοιᾶσδε χάριτος· ἤδη δὲ ὁ μεταδοτικὸς καὶ τόκους ἀξιολόγους λαμβάνει, τὰ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν.
随即,那些幸存下来的人舍生忘死地挑起为虔敬而战的重任,成了克敌制胜的主人。 “因此,敬畏神乃是智慧的开端,圣者的顾念乃是领悟,知晓律法属于良善的心智。” 由此可见,那些认为律法是引发情欲之惧的媒介的人,既不善于领悟,也未曾真正领会律法。 “因为敬畏主引向生命;而迷失之人必在知识所不及的苦痛中受折磨。” 确实,巴拿巴神秘地说道: “愿统管全宇宙的神,也赐给你们智慧、领悟、学识、对他规诫的知识,以及忍耐。因此,你们当作蒙神教导的人,查考主向你们所要的是什么,好叫你们在审判之日得以寻见。” 他以诺斯替的方式,将得着这些事物的人称为“爱与和平的儿女”。关于分施与相交,虽有诸多论说,但只需提及此点便已足够:律法禁止向弟兄放债取利(所称的弟兄不仅指出于同胞父母之人,亦指同族、同心且同享一道之人),认为在钱财上索取利息是不合理的,而是当以宽广的双手和心意恩待贫乏之人。因为神乃是这般恩典的创制者;而且施舍之人已然领受了显著的利息,即人世间最宝贵之物:温良、仁慈、广博的心胸、美名与荣耀。
Ἆρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τὸ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν· παραλύεται γάρ, οἶμαι, ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρὸς τοὐπιόν. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλ’ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων μὴ ἀναδυέσθω.2 ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἀν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τούτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τροφῶν.
这道命令难道在你看来不正是出于人道,正如那道“穷人的工钱应当日偿付”的命令一样吗?它教导必须毫不拖延地支付劳役的报酬;因为我认为,若不得食,穷人应对来日的积极意愿便会瓦解。此外,律法又说:债权人不可闯入债务人的房屋强取抵押物,而当吩咐债务人拿出来,持有抵押物的人也不得退缩推诿。在收割庄稼时,律法禁止田主拾取脱落的麦穗,在收割时亦劝人留下一片不割,由此借着使田主向穷乏人舍弃部分自有之物,极好地操练他们走向相交与慷慨大度,并为贫穷之人提供了食物的来源。
- 2.18.83μικροῦ δεῖν
表示“几乎”、“差一点”的绝对不定词习惯用法。与随后的过去完成时直陈式 ἐγεγόνει 连用,表示某种状态几乎成真、千钧一发的紧迫情势。
- 2.18.85ἀλλ’ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων μὴ ἀναδυέσθω
对比代词 ὃ μὲν 与 ὃ δὲ 分别指代不同的主体。结合前文语境及《申命记》第24章的规定,ὃ μὲν 指发出命令的债权人(δανειστής),而 ὃ δὲ 则指持有抵押物并应将其拿出的债务人(χρεώστης)。
