- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.18.78-2.18.81
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门强调希腊伦理学中的诸美德源自摩西律法与圣经,阐明诸美德的互随性、自制的本质,以及通过坚忍效法神的神圣生活。
Προφανεῖς μὲν οὖν καὶ πᾶσαι αἱ ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι,1 ἀνδρείαν λέγω καὶ σωφροσύνην2 καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονὴν καὶ τὴν σεμνότητα καὶ ἐγκράτειαν τήν τε ἐπὶ τούτοις εὐσέβειαν. ἀλλ’ ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν διδάσκουσα. καὶ δικαιοσύνην δὲ αὐτὸς ὁ νόμος παρίστησι παιδεύων τήν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως, ἀφ’ ἧς δόξης οἷον πηγῆς πᾶσα σύνεσις αὔξεται.
因此,摩西那里记载的、为希腊人提供了整个伦理学领域开端的所有其他美德,也是显而易见的;我指的是勇敢、节制、明智、正义、坚忍、忍耐、庄重、自制,以及附于其上的虔敬。然而,虔敬教导人敬奉并尊荣至高且最古老的原因,这大概对所有人都是显而易见的。律法本身也确立了正义,并通过弃绝可感偶像以及依附于万物的创造者和父,来训导明智;从这一信念中,如同从泉源中一样,一切领悟得以增长。
θυσίαι γὰρ ἀνόμων βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ. ἐπεὶ τοιαῦτα καὶ τὰ παρὰ Ἡσαΐᾳ· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος, καὶ πᾶσα ἡ περικοπή· λῦε πάντα σύνδεσμον ἀδικίας· αὕτη γὰρ θυσία θεῷ δεκτή, καρδία συντετριμμένη καὶ ζητοῦσα τὸν πεπλακότα. ζυγὰ δόλια βδέλυγμα ἔναντι θεοῦ, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. ἐντεῦθεν ζυγὸν μὴ ὑπερβαίνειν Πυθαγόρας παραινεῖ. δικαιοσύνη δὲ δολία εἴρηται ἡ τῶν αἱρέσεων ἐπαγγελία, καὶ γλῶσσα μὲν ἀδίκων ἐξολεῖται, στόμα δὲ δικαίων ἀποστάζει σοφίαν. ἀλλὰ γὰρ τοὺς σοφοὺς καὶ φρονίμους φαύλους καλοῦσιν. μακρὸν δ’ ἂν εἴη περὶ τῶν ἀρετῶν τούτων μαρτυρίας παρατίθεσθαι, ἁπάσης ταύτας ἐξυμνούσης τῆς γραφῆς. ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.
“因为恶人的祭物是主所憎恶的,而正直者的祈祷为他所悦纳。” 因为以赛亚书中的话也是如此: “主说,你们那许多的祭物于我何益?” 以及整段经文: “要解开一切不义的绳索;因为神所悦纳的祭物,乃是一颗破碎且寻求创造者的心。” “诡诈的天平在神面前为可憎,公道的砝码为他所喜悦。” 由此,毕达哥拉斯劝告说: “不可越过天平。” 异端的声称被称为诡诈的正义,并且“不义者的舌头必被剪除,义人的口却滴下智慧。” 然而事实上,“他们称智慧和明智的人为卑劣。” 若要引证有关这些美德的见证,未免过于冗长,因为整部圣经都在赞美它们。既然人们将勇敢定义为关于可怕之物、不可怕之物以及居中之物的知识,将节制定义为在选择与弃绝中持守明智之判断的知态,那么与勇敢并列的便有忍耐——他们称之为坚忍,即关于当持守与不当持守之事的知识——以及度量广大,即超越所发生之事的知识;而与节制并列的则是审慎,即合乎理性的避开。
Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησις οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου. καὶ οὐκ ἔστιν ἄνευ ἀνδρείας καρτερικὸν εἶναι οὐδὲ μὴν ἄνευ σωφροσύνης ἐγκρατῆ. ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ’ ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος. εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι,3 ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων.4 ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμὰς ἢ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον. σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ’ ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.
遵守诫命,即无损地持守它们,乃是获得生命的安稳。若没有勇敢,人不可能坚忍;若没有节制,人亦不可能自制。诸美德彼此相随;凡具有诸美德相随相承之处,那里亦有拯救,即维持良好之状态。我们若进一步辨析了这些美德,理当也就考察了所有美德,因为以诺斯替的方式拥有一种美德的人,因着互随性便拥有了全部美德。例如,自制乃是一种不可逾越合乎正理之显现的性向。自制者乃是克制那违反合宜正理之冲动的人,或是抑制自己以致不违背正理而妄动的人。然而,这一节制并非离开勇敢而存在,因为从诫命出发,顺从赐律之神的明智以及效法神圣性向的正义得以产生;依凭这正义,我们在自制中纯洁地奔向虔敬以及顺服神的行动,在我们这些本性必朽坏之人所能及的范围内,效法并同化于主。
τοῦτο δέ ἐστι δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές, ὅθεν οὐδὲ ἐγκρατὲς κυρίως· οὐ γὰρ ὑποπίπτει πάθει ποτέ, ἵνα καὶ κρατήσῃ τοῦδε· ἡ δὲ ἡμετέρα φύσις ἐμπαθὴς οὖσα ἐγκρατείας δεῖται, δἰ ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειρᾶται κατὰ διάθεσιν τῇ θείᾳ φύσει. ὁ γὰρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν δεῖσθαι δεδιδαγμένος. ἐπεὶ τίνα λόγον ἔχει τὸ ἀπειπεῖν τὸν νόμον ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν; ἢ οὐχὶ ἀνδρεΐζεσθαι ἡμᾶς βούλεται μήτε κατὰ τὸ σῶμα καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν καὶ τὸν λόγον ἐκθηλυνομένους; ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ’ ἡμέραν καί, εἴ που μαρτυρίου δἰ αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.5
这便是 “带着明智成为公义和虔圣”。 因为神圣者一无所缺且免于情欲,因此严格说来甚至无所谓自制;因为它绝不会陷于情欲以至于要去克制它。然而我们的本性因充满情欲而需要自制,藉着自制受训归于少所需求,并在性向中努力贴近神圣的本性。贤德之人少所需求,处于不朽与必朽本性的分界上;他虽因肉体和受生本身而有所缺乏,却因理性的自制而受教于仅需极少之物。因为律法禁止男人穿戴妇人的衣服,究竟有何道理呢?难道不是意在叫我们行事刚勇,既不在肉体与行为上、亦不在意念与言论上趋于雌柔吗?因为律法意愿那专心于真理的人,在忍耐与坚忍中,在生活、品性、言语与修习中,不论昼夜都刚毅强健,甚至当流血殉道的需要骤然临到之时,亦当如此。
- 2.18.78ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι
分词 παρασχόμεναι 为阴性主格复数,与主语 αἱ ἄλλαι ἀρεταί 一致,支配与格间接宾语 Ἕλλησι 及宾语 ἀρχὴν...,表示原因或伴随情况(“为希腊人提供了……的端绪”)。
- 2.18.78ἀνδρείαν λέγω καὶ σωφροσύνην
动词 λέγω 引出宾格序列(ἀνδρείαν、σωφροσύνην 等),作为插入性的说明,具体列举并同格阐释前文的主格短语 αἱ ἄλλαι ἀρεταί(“我指的是勇敢……”)。
- 2.18.80περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι
由 ἄν 与迂回式完成时祈愿语气(εἴημεν ἐσκεμμένοι)构成,分词 διαλαβόντες 充当条件从句从属成分(“若加以辨析”),表示潜在或审慎推论(“我们将算作已经考察了全部”)。
- 2.18.80διάθεσις ... ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων
形容词 ἀνυπέρβατος(源自 ὑπερβαίνω)支配宾格性属格 τῶν ... φανέντων(“所显现之事”),意为“决不逾越符合正理之显现的知态/性向”。
- 2.18.81ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ... βούλεται
动词 βούλεται 的主语承接前文的 ὁ νόμος,支配带不定词的宾格构式:逻辑主语为 τὸν ... σχολάζοντα,不定词为完成时被动 ἠρρενῶσθαι(“成为雄健的/刚毅的”),其后连接并列的介词短语及条件从句。
