← 亚历山太的革利免

杂记

§2.17.76-2.17.77

确知的各种形态界定与效法主的意愿

作者界定了确知及其相关概念(察知、经验、思惟、领悟、认识等),阐明了人类行动与意愿、能力之间的关系,并强调在效法主时意愿的优先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17.76

Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις. ἀφ’ ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μεταπτωτικὴ ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ λόγου ἐφ’ ἡμῖν. παράκειται δὲ τῇ ἐπιστήμῃ ἥ τ’ ἐμπειρία καὶ ἡ εἴδησις σύνεσίς τε καὶ νόησις καὶ γνῶσις. καὶ ἡ μὲν εἴδησις ἐπιστήμη τῶν καθ’ ὅλου κατ’ εἶδος εἴη ἄν· ἡ δὲ ἐμπειρία ἐπιστήμη περιληπτική, ὥστε καὶ οἷόν ἐστιν ἕκαστον πολυπραγμονεῖν· νόησις δὲ ἐπιστήμη νοητοῦ· καὶ σύνεσις ἐπιστήμη συμβλητοῦ ἢ σύμβλησις ἀμετάπτωτος ἢ συμβλητικὴ δύναμις ὧν φρόνησίς ἐστι καὶ ἐπιστήμη. καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον γνῶσις δὲ ἐπιστήμη τοῦ ὄντος αὐτοῦ1 ἢ ἐπιστήμη σύμφωνος τοῖς γινομένοις· ἀλήθειά τε ἐπιστήμη ἀληθοῦς, ἡ δὲ ἕξις τῆς ἀληθείας ἐπιστήμη ἀληθῶν.

因此,正如同确知是产生认知的认知性知态,其把握因着理性而不可动摇;同样,无知乃是顺服的表象,因着理性而易变,而易变之物正如因着理性受训练之物一样,取决于我们。与确知并列的,有经验、察知、领悟、思惟与认识。察知应当是按形式对普遍之物的确知;而经验乃是包罗性的确知,以至于能够探究每一事物是怎样的;思惟乃是对可知性客体的确知;领悟乃是对可比之物的确知,或是不可动摇的比较,抑或是关于明智与确知所涉事物的比较能力。而对单个事物、每一事物以及归于一个原则之万物的认识,乃是对存在本身的确知,或是与发生之事相一致的确知;真理乃是对真之物的确知,真理的知态乃是对诸真实之事的确知。

§2.17.77

ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτός ἐστιν ἄλλῳ λόγῳ. Ἃ δὲ μὴ ποιοῦμεν, ἤτοι διὰ τὸ μὴ δύνασθαι οὐ ποιοῦμεν ἢ διὰ τὸ μὴ βούλεσθαι ἢ δι’ ἀμφότερα. οὐχ ἱπτάμεθα μὲν οὖν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθα· οὐ νηχόμεθα δὲ φέρ’ εἰπεῖν ἄρτι, ἐπειδὴ δυνάμεθα μέν, οὐ βουλόμεθα δέ· οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ. οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ’ οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν μόνον.2 προηγεῖται τοίνυν πάντων τὸ βούλεσθαι· αἱ γὰρ λογικαὶ δυνάμεις τοῦ βούλεσθαι διάκονοι πεφύκασι· θέλε, φησί, καὶ δυνήσῃ· τοῦ γνωστικοῦ δὲ καὶ ἡ βούλησις καὶ ἡ κρίσις καὶ ἡ ἄσκησις ἡ αὐτή. εἰ γὰρ αἱ αὐταὶ αἱ προθέσεις, τὰ αὐτὰ καὶ τὰ δόγματα καὶ αἱ κρίσεις, ἵνα δὴ ὦσιν αὐτῷ καὶ οἱ λόγοι καὶ ὁ βίος καὶ ὁ τρόπος ἀκόλουθοι τῇ ἐνστάσει· καρδία δὲ εὐθεῖα ἐκζητεῖ γνώσεις καὶ ἐκείνων ἐπαΐει. ὁ θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.

确知是通过理性建立起来的,且不会被另一种理性所动摇。 至于我们所未做的事,我们要么因无能为力而不做,要么因不情愿而不做,抑或兼由二者。因此,我们不飞,是因为我们既不能也不愿;比方说,我们此刻不游泳,是因为我们虽能却不愿;而我们不像主,是因为我们虽愿却不能。 因为“没有学生高过老师,但如果我们能像老师那样,也就够了”——这并不是在本质上,因为由立约而设立的在实存上绝不可能等于本性上的,而是在于成为永恒、认识对诸存在者的观照、被称为儿子,并仅仅从他的固有之工中注视父。因此,意愿先于一切;因为理性能力在本性上就是意愿的侍者。 “你要意愿,”〔有话〕说,“你就能够。” 对于诺斯替者而言,意愿、判断与修习乃是同一的。因为若意图相同,教义与判断亦相同,好叫他的言语、生活与行为方式都与这一确信相符。 “正直的心寻求认识”,并且倾听它们。 “神教导我智慧,我亦晓得圣者之认识。”

语法注2 条
  1. 2.17.76καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον γνῶσις δὲ ἐπιστήμη τοῦ ὄντος αὐτοῦ

    句首的属格短语 καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον 充当后续主语 γνῶσις 的宾格性属格,意为“关于每一个、每一事物以及归入一个原则之万物的认识”。由于语序倒装(hyperbaton),该限定短语被置于连词 δέ 和名词 γνῶσις 之前。

  2. 2.17.77τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν μόνον

    为表观点的与格(dativus respectus),与前文的 οὐ κατ’ οὐσίαν(并非在本质上)形成并列与对比,限定了“若我们能像老师那样也就够了”(ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος)究竟在何种意义上成立。一连串不定词(γεγονέναι、ἐγνωκέναι、προσηγορεῦσθαι、καθορᾶν)由定冠词 τῷ 统辖而名词化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.17.76-2.17.77