- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.16.72-2.16.75
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明无情欲的神在圣经中之所以被描述为具有喜乐与怜悯,是神为了救恩而屈就人类软弱的体现。作者进一步论证,人绝非神本性的一部分或与其同质,完全是神凭其至善与恩典眷顾疏离的受造物,并召人成为其养子。
Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς, τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι, τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ τοιαῦτα. ἡμεῖς δέ, ὡς ἔοικεν, οὐ παυόμεθα σαρκικῶς νοοῦντες τὰς γραφὰς καὶ ἀπὸ τῶν ἡμετέρων παθῶν ἀναγόμενοι, τὸ βούλημα τοῦ ἀπαθοῦς θεοῦ ὁμοίως τοῖς ἡμεδαποῖς κινήμασιν ἀπεκδεχόμενοι· ὡς δ’ ἡμεῖς ἀκοῦσαι δυνατοί, οὕτως ἔχειν ἐπὶ τοῦ παντοκράτορος ὑπολαμβάνοντες, ἀθέως πλανώμεθα. οὐ γὰρ ὡς ἔχει τὸ θεῖον, οὕτως οἷόν τε ἦν λέγεσθαι· ἀλλ’ ὡς οἷόν τε ἦν ἐπαΐειν ἡμᾶς σαρκὶ πεπεδημένους, οὕτως ἡμῖν ἐλάλησαν οἱ προφῆται συμπεριφερομένου σωτηρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου.1
在此,控告者们再次发难,声称喜乐与悲伤是灵魂的情欲。因为他们将喜乐界定为理性的昂扬,将欢欣界定为对美善之事的喜悦,而将怜悯界定为对遭受不当苦难之人的悲伤,并且认为此类事物乃是灵魂的变迁与情欲。然而,我们似乎并未停止按肉体理解经文,并从我们自身的情欲出发,把无情欲之神的旨意领受为类似于我们自身的冲动;我们以为全能者正如我们所能听闻的那样,从而陷入了不敬的错谬。因为神性的真相绝非能够按其本然被述说的;相反,先知们乃是按着我们这些被肉体捆绑之人所能领悟的方式对我们说话,这是主为了救恩而屈就于人类软弱的表现。
ἐπεὶ τοίνυν βούλημά ἐστι τοῦ θεοῦ σῴζεσθαι τὸν ταῖς ἐντολαῖς πειθήνιον τόν τε ἐκ τῶν ἁμαρτημάτων μετανοοῦντα, χαίρομεν δὲ ἡμεῖς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, τὸ χαρτὸν ἡμῶν ἐξιδιοποιήσατο ὁ διὰ τῶν προφητῶν λαλήσας κύριος, καθάπερ ἐν τῷ εὐαγγελίῳ φιλανθρώπως λέγων· ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν· ὃ γὰρ ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ πεποιήκατε. ὥσπερ οὖν τρέφεται μὴ τρεφόμενος διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται,2 οὕτως ἐχάρη μὴ τραπεὶς διὰ τὸ ἐν χαρᾷ γεγονέναι τὸν μετανενοηκότα ὡς ἐβούλετο. ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὤν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει. κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διά τε φυσικὴν εὔνοιαν καὶ σχέσιν διά τε τὰς ἐντολὰς αἷς πείθεται· ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχέσιν, ὡς οἱ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτ’ εἰ ἐκ μὴ ὄντων ποιοίη οὔτ’ εἰ ἐξ ὕλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδ’ ὅλως ὄν, ἥ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μή τις μέρος αὐτοῦ καὶ ὁμοουσίους ἡμᾶς τῷ τολμήσει λέγειν· καὶ οὐκ οἶδ’ ὅπως ἀνέξεταί τις ἐπαΐων τούτου θεὸν ἐγνωκώς, ἀπιδὼν εἰς τὸν βίον τὸν ἡμέτερον, ἐν ὅσοις φυρόμεθα κακοῖς. εἴη γὰρ ἂν οὕτως, ὃ μηδ’ εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεός, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικὰ τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά, οὐδὲ μέρη εἴη ἄν. ἀλλὰ γὰρ φύσει πλούσιος ὤν ὁ θεὸς ἐν ἐλέῳ διὰ τὴν αὐτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε φύσει τέκνων.
因此,既然顺服诫命者以及离弃罪恶而悔改者的得救是神的旨意,而我们又为自己的得救而喜乐,那么通过先知说话的主便将我们所喜乐的事物纳为己有,正如他在福音书中仁爱地说: “我饿了,你们给我吃;我渴了,你们给我喝;因为你们做在这些最小者之一身上,就是做在我身上了。” 因此,正如他并未受供养,却因着他所意愿之人受到供养而被供养;同样,他也并未发生改变,却因着悔改之人如他所愿进入喜乐而感到喜乐。既然神本为善,便丰盛地施予怜悯,通过律法、通过先知,如今更切近地通过儿子的降临赐下诫命,拯救并怜悯如前所述蒙怜悯的人;并且按其本义,乃是更优越者怜悯较低下者,而人就其生而为人而言,不可能比另一个人更优越,但神在各方面都优越于人,因此,如果更优越者怜悯较低下者,那么唯有神会怜悯我们。因为人是因着正义而具社会性,并出于本性的善意与关联,且出于所遵从的诫命,而将从神领受之物分享出去;然而,神对我们并无任何本性上的关联,并不像诸异端创始人所主张的那样(无论神是从无中创造,抑或是从质料中塑造,因为前者根本不存在,而后者在各方面都与神不同),除非有人竟敢声称我们是他的一部分且与他同质。而当注视我们的生活、看到我们陷于何等多的恶行时,我不知道认识神的人听到这话怎能容忍。因为若是如此(这甚至是不可言说的),如果整体的部分确为部分且补足整体,那么神就会部分地犯罪;但如果它们不补足整体,便连部分也算不上。然而事实上,神在本性上富于怜悯,因着他自身的良善眷顾我们,即便我们既非他的一部分,在本性上也非他的儿女。
καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται. φυσικὴ μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἥ τε ἐκ συνηθείας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἢ φύσει ἢ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ·3 καὶ δὴ τὸν ἑκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανῃρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν προκοπήν. παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται, καὶ ἔστιν ὁ θεὸς ἀναίτιος· καὶ τῷ ὄντι μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν.
确实,神之良善的最大明证正在于此:尽管我们与他的关系如此,且在本性上全然疏离,但他依然眷顾我们。因为对子女的慈爱对于动物是本能的,而出于习惯的友谊属于志同道合之人;但神的怜悯对于我们这些在任何方面都不属于他的人却是丰盛的——我指的是在我们的实质、本性或我们实质固有的能力上不属于他,而仅仅在于我们是他旨意的作为;而且,凡怀着操练与教导自愿承担真理之认识的人,他都召其成为养子,这是所有进步中最为崇高的。 “罪孽猎取人,各人被自己罪恶的绳索缚住”,而神毫无过咎;而且确实,“因敬畏而凡事戒慎恐惧的人是有福的。”
- 2.16.72συμπεριφερομένου σωτηρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου
属格独立结构,以 τοῦ κυρίου 为逻辑主语,συμπεριφερομένου 为分词,表示主句动词 ἐλάλησαν 的伴随情况或原因(“主为了拯救而屈就人类的软弱”)。
- 2.16.73διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται
由介词 διά 加上带冠词完成时被动不定词 τὸ τεθράφθαι 构成的原因短语(“因……已受供养”)。关系代词 ὅνπερ 既作关系从句内 βούλεται 的宾语,又通过先行词的吸收充当不定词的逻辑主语(宾格主语)。
- 2.16.75μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ
带冠词的不定词与格短语,表示方面或原因。与前文的与格 τῇ οὐσίᾳ... ἢ φύσει ἢ δυνάμει(在实质、本性或能力上)形成对照与并列,阐明人“属于(προσήκειν)”神的依据绝非内在的同质性,而纯粹在于“作为神旨意的作为”。
