← 亚历山太的革利免

杂记

§2.15.68-2.15.71

诗篇第一篇的寓意解与饮食律法对罪的止息

文中提出了对《诗篇》第一篇各节(有福之人的宣告与恶人的结局)的另一种伦理与寓意解释,并将摩西律法的饮食条例阐发为戒除言行诸罪的教导。随后结合《以西结书》以及亚伯拉罕、以诺的事例论述罪咎与悔改的本质,指出希腊智者的诸多箴言皆源于圣经。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.68

ἕτερος δὲ κυριώτερον ἔλεγεν τὸν μὲν πρῶτον μακαρισμὸν τετάχθαι ἐπὶ τῶν μὴ κατακολουθησάντων ταῖς γνώμαις ταῖς πονηραῖς, ταῖς ἀποστατησάσαις τοῦ, τὸν δεύτερον δὲ ἐπὶ τῶν τῇ εὐρυχώρῳ καὶ πλατείᾳ ὁδῷ οὐκ ἐμμενόντων, ἢ τῶν ἐν νόμῳ τραφέντων ἢ καὶ τῶν ἐξ ἐθνῶν μετανενοηκότων· καθέδρα δὲ λοιμῶν καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἂν ἤ, ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ τὰ ἔργα αὐτῶν κοινωνία. ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ·1 ὁ Πέτρος ἐν τῷ Κηρύγματι νόμον καὶ λόγον τὸν κύριον προσεῖπεν. δοκεῖ καὶ ἄλλως τριῶν ἀποχὴν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων· ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει·2 ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας· τῶν δὲ ἐν ἔργῳ διὰ τῶν ἁρπακτικῶν καὶ σαρκοβόρων ὀρνέων· χοῖρος βορβόρῳ ἥδεται καὶ κόπρῳ·

然而另一个人说得更合宜:第一个福分是针对那些没有顺从邪恶意见的人,即那些背道之人的意见;第二个福分是针对那些不逗留在宽阔广道上的人,无论他们是在律法中成长的人,还是从外邦人中悔改归正的人;而“亵慢人的座位”可能是剧场和法庭,或者更有可能是对邪恶与毁灭性权柄的追随,以及照着他们的行为而同流合污。 “惟喜爱耶和华的律法。”彼得在《宣道录》中称主为“律法”与“道”。立法者似乎也在另一层面上教导人戒除三种方式的罪:借着无声的鱼教导戒除言语上的罪——因为确实有些时候沉默胜过言辞,“沉默亦有无险之赏”;借着贪婪食肉的鸟类教导戒除行为上的罪;猪“喜好污泥”

§2.15.69

καὶ χρὴ μηδὲ τὴν συνείδησιν ἔχειν μεμολυσμένην. εἰκότως οὖν φησιν ὁ προφήτης· οὐχ οὕτως, φησίν, οἱ ἀσεβεῖς, ἀλλ’ ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ ὁ μὴ πιστεύων ἤδη κέκριται), οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἑνωθῆναι3 τοῖς ἀπταίστως βεβιωκόσιν), ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. πάλιν ὁ κύριος δείκνυσιν ἄντικρυς ἐφ’ ἡμῖν καὶ τὰ παραπτώματα καὶ τὰ πλημμελήματα, τρόπους θεραπείας καταλλήλους τοῖς πάθεσιν ὑποτιθέμενος, πρὸς τῶν ποιμένων ἐπανορθοῦσθαι βουλόμενος ἡμᾶς διὰ Ἰεζεκιήλ, αἰτιώμενος αὐτῶν, οἶμαι, τινὰς ἐφ’ οἷς οὐκ ἐτήρησαν τὰς ἐντολάς· τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὰ ἑξῆς ἕως καὶ οὐκ ἦν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφων· μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος, ὁ κύριός φησι. ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος.

与粪便;人不当使自己的良心受到玷污。因此先知理所当然地说道:“恶人并不是这样,”他说,“乃像糠秕被风从地表面吹散。因此,当审判的时候恶人必站立不住”(即那些已经被定罪的人,因为不信的人罪已经定了),“罪人在义人的会中也是如此”(即那些已被判定不能与生活无可指摘之人同列的人),“因为耶和华知道义人的道路,恶人的道路却必灭亡。” 主再次明确指出,过犯与过失都在我们自己的权柄之中;他提出了适合于各种情欲的医治方式,愿意我们借着以西结由牧人得到矫正,据我认为,他责备了其中某些人没有遵守诫命:“瘦弱的,你们没有养壮”,依此类推,直到“无人寻觅,也无人招回”。主说:“因为一个罪人得救,在父面前便有极大的喜乐。” 在这方面,亚伯拉罕更为可嘉,因为“他照着耶和华对他所说的前行”。

§2.15.70

ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο. οἱ δὲ εὐσεβεῖς φησὶν Πσαΐας συνετὰ ἐβουλεύσαντο. βουλὴ δέ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα. τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμην μετάνοια πέφυκε γεννᾶν; ἡ συγγνώμη δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. τὸ δ’ αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ. ἐντεῦθέν τις τῶν παρ’ Ἕλλησι σοφῶν συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ ἐγγύα, πάρα δ’ ἄτα ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης· υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος. μυστικώτερον δὲ ἤδη τὸ γνῶθι σαυτὸν ἐκεῖθεν εἴληπται· εἶδες τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου.

希腊智者中有人汲取于此,发出了“跟随神”的格言。 以赛亚说:“虔诚人谋划明智的事。”谋划乃是探究我们在当前情况下当如何正确行事,善谋则是针对意图的明智。那么又如何呢?神在对该隐施以宽容之后,不也紧接着在不久之后引出了悔改的以诺,表明悔改本就能够生出宽宥吗?而宽宥不在于赦免,乃在于医治。在亚伦手下百姓造牛犊之事上,情况也是如此。希腊智者中有人由此发出了“宽宥胜于惩罚”的格言,正如那句“担保,灾祸便临近”确实出自所罗门之声,他说:“我儿,你若为朋友作保,就将你的手交给了仇敌;因为人自己的嘴唇是坚固的罗网,人被自己口中的言语捉住。” 更为奥秘的是,“认识你自己”这句话已由此而来:“你看见了你的弟兄,你便看见了你的神。”

§2.15.71

ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν· ἐν ταύταις λέγει ταῖς ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι. συνᾴδει τούτοις κἀκεῖνα· ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῇ. αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ κύριος, καὶ χρηστὸς κύριος τοῖς σύμπασι. σαφέστερον δὲ τὸ γνῶθι σαυτὸν παρεγγυῶν ὁ Μωυσῆς λέγει πολλάκις· πρόσεχε σεαυτῷ. ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. φόβος δὲ κυρίου παιδεία καὶ σοφία.

大约正如:“你要尽心爱主你的神,又要爱邻舍如同自己”;他说,全律法和先知都系于并依赖于这些诫命。这些话也与此相符:“这些事我已经对你们说了,为要叫我的喜乐得以满足。我的命令就是:你们要彼此相爱,正如我爱你们一样。” 因为“主有怜悯,有恩典”,“主善待万民”。摩西更明确地嘱咐“认识你自己”,常常说:“你要谨守自己。” 因此,借着施舍与信心,诸罪得以洁净;人因敬畏主而远离恶事。 “敬畏主就是训诲与智慧。”

语法注3 条
  1. 2.15.68ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ

    紧接前文的否定与排他语境,此处引用了《诗篇》1:2开头的“ἀλλ’ ἢ...”。连词短语 ἀλλ’ ἤ 通常意为“除……之外”,但在《七十士译本》中常用于直译希伯来语的“כִּי אִם”(反倒、唯独),表达强烈的转折与限定。

  2. 2.15.68οὗ σιγὴ λόγου διαφέρει

    关系副词 οὗ(表处所或场合,“在……之处/情况下”)与无人称的 ἔστιν 结合,表示“存在沉默胜过言辞的情况”。名词 λόγου 是动词 διαφέρει 所支配的比较属格。

  3. 2.15.69εἰς τὸ μὴ ἑνωθῆναι

    介词 εἰς 带有否定词 μή 的被动不定过去时带冠词不定式(articular infinitive),承接前面的分词 κατεγνωσμένοι(被定罪),表示审判所导致的结果或目的(“以致不能与……结合”)。全语种均一致将其解释为表示结果与归结。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.15.68-2.15.71