← 亚历山太的革利免

杂记

§2.15.62-2.15.67

自愿行为与过失不义的区别及罪的赦免

克莱门特界定并区分了自愿行为以及过失、不幸与不义三者,并引悲剧与喜剧人物为例论述人屈从于情欲的情形。随后,他结合诗篇、约翰书信及摩西律法饮食禁忌的寓意解释,阐明了罪的等级分类与神的赦免恩典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.62

Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται,1 ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δι’ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.

另一方面,自愿的行为或者出于冲动,或者出于抉择,或者出于深思。这三者立即在某种程度上彼此并列:过失、不幸与不义。所谓过失,比方说,就是过着奢侈与放荡的生活;不幸则是因无知而将朋友当作仇敌射击;不义则是盗墓或亵渎圣物。犯过失在于不知如何判断当行之事,或在于无力实行,正如有人陷入坑中,确实或是因为不知情,或是由于身体虚弱而未能跃过。然而,投身于受教以及顺从诫命,却完全在于我们自己。

§2.15.63

ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν2 τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, "γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται·" τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· "καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων." ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· "οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον. "

如果我们不愿分享这些,反而将自己交出、屈服于愤怒与私欲,我们便会犯过失,甚至是在不义地伤害自己的灵魂。因为悲剧中的那位拉伊俄斯说道:“你所劝诫的这些事,我无一不明白,但我虽有见识,本性却强迫我” ——也就是说,把自己交托给了情欲。美狄亚同样在舞台上呼喊道:“我明白我将要行下何等恶事,但愤怒胜过了我的谋划。”然而埃阿斯也并未保持沉默,他在将要自刎时喊道:“原来没有任何灾祸能像羞辱那样咬噬自由人的灵魂;我承受了如此痛苦,狂乱的尖锐针刺激怒了我,深重的污痕从深处涌现使我颠覆。”

§2.15.64

τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, "ἥ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα." τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν. Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ δαί φησιν· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.

愤怒将这些人编织成了悲剧,而私欲则把无数其他人编织成了悲剧,例如淮德拉、安提亚,以及“以亲爱的丈夫为代价而接受贵重黄金”的厄里菲勒。对于喜剧中的那位特拉索尼得斯,另一出舞台剧也说道:“一个卑贱的丫头把我彻底变成了奴隶。” 因此,不幸是反常理的过失,而过失是非自愿的不义,不义则是自愿的邪恶。所以,过失是我自己的非自愿行为。因此经上对那些已经信从的人说:“因为罪必不能作你们的主,因你们不在律法之下,乃在恩典之下”,又说“因他的鞭伤,我们得医治”。 而不幸则是别人对我所施加的非自愿作为,唯独不义被发现是自愿的,无论是我自己的还是别人的。

§2.15.65

Ταύτας δ’ αἰνίσσεται τῶν ἁμαρτιῶν τὰς διαφορὰς ὁ ψαλμῳδὸς μακαρίους λέγων ὧν ὁ θεὸς τὰς μὲν ἀπήλειψεν ἀνομίας, τὰς δὲ ἐπεκάλυψεν ἁμαρτίας, οὐκ ἐλογίσατό τε τὰς ἄλλας καὶ ἀφῆκε τὰς λοιπάς. γέγραπται γάρ· ›μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος·‹ οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. καλύπτει μὲν γὰρ ἀγάπη πλῆθος ἁμαρτιῶν, ἀπαλείφει δὲ ὁ τὴν μετάνοιαν μᾶλλον τοῦ ἁμαρτωλοῦ ἢ τὸν θάνατον αἱρούμενος.

诗篇作者暗示了罪的这些差别,称那些人是有福的:神涂抹了他们的不法,遮盖了他们的罪过,没有记算另一些,且赦免了其余的。 因为经上记着说:“得赦免其不法,遮盖其罪过的,这人是有福的;主不算为有罪,口里没有诡诈的,这人是有福的。”这福分借着我们的主耶稣基督临到了蒙神拣选的人身上。 因为“爱能遮掩许多的罪”,而那位“宁取罪人悔改而不取其死亡”的神涂抹了罪恶。

§2.15.66

οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται· ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε φησίν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ φωτίζων λόγος· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεται κατὰ πρόσωπόν μου; ὁρᾷς ἕνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατ’ ἀξίαν ἀπονεμητικόν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορὰς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις· ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον εἶπεν· ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστί. καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον. ἀλλὰ καὶ Δαβὶδ καὶ πρὸ Δαβὶδ ὁ Μωυσῆς τῶν τριῶν δογμάτων τὴν γνῶσιν ἐμφαίνουσιν διὰ τούτων· μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καθὼς οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη· οἱ γὰρ λεπίδα μὴ ἔχονται· ὧν ἀπαγορεύει Μωυσῆς ἐφάπτεσθαι, κάτω τῆς θαλάσσης νέμονται· οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη, καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος· πεινῶν γὰρ κραυγάζει, πληρωθεὶς δὲ τὸν δεσπότην οὐ γνωρίζει· οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν, καθὼς τὰ πτηνὰ εἰς ἁρπαγὴν ἕτοιμα. παρῄνεσε δὲ Μωυσῆς· οὐ φάγεσθε χοῖρον οὐδέ ἀετὸν οὐδὲ ὀξύπτερον οὐδὲ κόρακα οὐδὲ πάντ’ ἰχθὺν ὃς οὐκ ἔχει λεπίδα ἐν αὑτῷ. ταῦτα μὲν ὁ Βαρνάβας. ἀκήκοα δ’ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς βουλὴν μὲν ἀσεβῶν τὰ ἔθνη λέγοντος,3 ὁδὸν δὲ ἁμαρτωλῶν τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ καθέδραν λοιμῶν τὰς αἱρέσεις ἐκλαμβάνοντος.

那些并非出于自主抉择而构成的事,并不被记算;因为〔主〕说:“凡动淫念的,已经犯奸淫了。”照亮人的道赦免诸罪:“主说:在那些日子,人必寻找以色列的罪孽,却无所存;寻找犹大的罪恶,也无所见;因为谁能像我?谁能在我面前站立呢?” 你可见所宣扬的是一位至善的神,他照着各人的配得加以施报,并赦免过失。约翰在大书信中,似乎也借着这些话教导罪的差别:“人若看见弟兄犯了不至于死的罪,就当祈求,神必将生命赐给他,就是给那些犯了不至于死之罪的,”他说;“因为有至于死的罪;我不说当为那罪祈求。一切不义都是罪,也有不至于死的罪。” 不仅如此,大卫以及在大卫之前的摩西,也借着这些话表明了对这三种教义的认识:“有福的人不从恶人的计谋”——如同鱼类在黑暗中游向深处;因为没有鳞的鱼在海底觅食,摩西禁止触摸它们;“不站罪人的道路”——如同那些假装敬畏主的人,却像猪一样犯罪;因为猪饥饿时嚎叫,饱足时却不认主人;“也不坐亵慢人的座位”——如同那些随时准备掳掠的飞鸟。摩西曾劝诫说:“猪与鹰、隼、乌鸦,以及一切身上无鳞的鱼,你们都不可吃。” 这些是巴拿巴的话。但我自己曾听一位深通此类事理的智者说:“恶人的计谋”指外邦人,“罪人的道路”指犹太人的观念,而“亵慢人的座位”则被理解为异端。

语法注3 条
  1. 2.15.62ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται

    由介词 ἐκ 引导的冠词性不定式 τοῦ ἀγνοεῖν 带有宾语补足语不定式 κρίνειν,构成嵌套结构,意为“由于不知道如何判断当行之事”。该结构与后文的 ἢ τοῦ ἀδυνατεῖν ποιεῖν(“或由于无力实行”)构成并列。

  2. 2.15.63ὧν εἰ μὴ μετέχειν βουληθείημεν ... ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν

    关系代词 ὧν 的先行词为前句所述的“投身受教”与“顺从诫命”。条件从句使用希求式(εἰ μὴ ... βουληθείημεν),归结分句则使用将来时陈述语气(ἁμαρτησόμεθα, ἀδικήσομεν),构成混合条件句,以突显假定前提下必然产生的肯定后果。

  3. 2.15.67ἀκήκοα δ’ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς ... λέγοντος

    动词 ἀκούω 支配表示消息来源的人的属格(σοφοῦ ... ἀνδρὸς ... λέγοντος)。中性复数宾格 τὰ τοιαῦτα 作关系宾格(“在这些事上聪慧”)。分词 λέγοντος 与后文的 ἐκλαμβάνοντος 支配双重宾格(经文原句与其寓意解释,如以 τὰ ἔθνη 解释 βουλὴν μὲν ἀσεβῶν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.15.62-2.15.67