← 亚历山太的革利免

杂记

§2.14.60-2.14.61

非自愿之行的免责与神对内心选择的审判

作者援引古典哲学关于情境无知的诸种事例(如发狂、误泄秘仪、过失致死等),阐明非自愿之行不受审判;继而指出神所察验与裁决的是人内心的意图与自主抉择,并藉由经文印证及罗得之妻化作盐柱的属灵寓意加以阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14.60

Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ’ ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας1 περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρόπους ἁμαρτάνειν λεγομένων; ἢ γὰρ αὑτόν τις ἠγνόησεν, ὡς Κλεομένης καὶ Ἀθάμας οἱ μανέντες, ἢ τὸ πρᾶγμα ὃ πράσσει, ὡς Αἰσχύλος τὰ μυστήρια ἐπὶ σκηνῆς ἐξειπὼν ἐν Ἀρίῳ πάγῳ κριθεὶς οὕτως ἀφείθη ἐπιδείξας αὑτὸν μὴ μεμυημένον, ἢ τὸ περὶ ὃν πράττεται ἀγνοήσαι ἄν τις, ὥσπερ ὁ τὸν ἀντίπαλον ἀφεὶς καὶ ἀποκτείνας οἰκεῖον ἀντὶ τοῦ πολεμίου, ἢ τὸ ἐν τίνι πράττεται, καθάπερ ὁ ταῖς ἐσφαιρωμέναις λόγχαις γυμναζόμενος καὶ ἀποκτείνας τινὰ τοῦ δόρατος ἀποβαλόντος τὴν σφαῖραν, ἢ τὸ παρὰ τὸ πῶς, ὡς ὁ ἐν σταδίῳ ἀποκτείνας τὸν ἀνταγωνιστήν (οὐ γὰρ θανάτου, ἀλλὰ νίκης χάριν ἠγωνίζετο), ἢ τὸ οὗ ἕνεκα πράττεται, οἷον ὁ ἰατρὸς δέδωκεν ἀντίδοτον ὑγιεινὴν καὶ ἀπέκτεινεν, ὃ δὲ οὐ τούτου χάριν δέδωκεν, ἀλλὰ τοῦ σῶσαι.

至少非自愿的行为是不受审判的(而这包含两类:一类因无知而生,另一类因必然性而起);因为对于那些被说成是以非自愿的方式犯过的人,人又怎能加以审理判定呢?因为或者有人不认识自己,如发了狂的克利奥米尼斯与阿塔玛斯;或者不知道自己所行之事,如埃斯库罗斯在舞台上泄露了秘仪而在阿雷奥帕古斯受审,因表明自己未曾受秘传而获释;或者有人可能不知行为所针对之人,如同放走敌手却误将自己人当作敌人杀死;或者不知行事所凭借之物,如同有人用带球形保护套的枪矛训练,当枪套脱落时杀死了人;或者不知与方式相关之事,如同在竞技场上击毙对手的人(因为他不是为了致死而是为了求胜而竞技);或者不知行事的目的,例如医生给解毒良药却致人于死,但他给药并非为了这个目的,而是为了救人。

§2.14.61

Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλ’ οὐ κατ’ ἴσον τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν·2 τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου. ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοίνυν κρίνεται. κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούς· καὶ ὁ ἐμβλέψας πρὸς ἐπιθυμίαν κρίνεται. διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ’ ἐμοῦ. εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.3

当时的律法固然也将非自愿杀人者如同非自愿遗精者一般处置,却并未等同于自愿犯罪者。然而,若将这种情欲引申至真理,那人也将如同因自愿之行而受惩处;因为确实该当受惩处的是那不能节制多产之话语的人;这本身也是心灵的一种非理性情欲,近乎轻浮妄语;“但忠信之人选定在灵里隐蔽事情。” 因此,出于自主抉择之事才受审判。因为“主察验人的心肠肺腑”;那“怀着情欲注视的”也受审判。因此说“连贪心也不可起”,又说“这百姓用嘴唇尊敬我,心却远离我”。因为神正是察看意向本身,因为罗得之妻仅仅因自愿回头顾盼世俗的恶,神就使她失去知觉遗留在那处,显明为一块盐石,立在那里使之不能前行——这并非无知而无用的形象,而是为了给那能在属灵上洞察之人调味并使之收敛坚固。

语法注3 条
  1. 2.14.60ἐπεὶ πῶς ἂν καὶ δικάσειας

    由表示原因解释的连词 ἐπεί 接带有潜在语气助词 ἄν 的第二人称单数祈愿式 δικάσειας 构成的修辞反问句,表达不可能之意(“人怎能断定……”),以此论证前句“非自愿之行不受审判”的命题。

  2. 2.14.61εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν

    混合条件句:条件从句使用 εἰ 搭配祈愿式 μεταγάγοι(表假设推移),而主句则使用将来时直陈式 κολασθήσεται。此结构强调将字面的律法规定引申、转用到属灵真理层面时,其道德审判是确定无疑的。

  3. 2.14.61ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον

    不定词 ἀρτῦσαι 与 στῦψαι 与前面的否定短语 οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα 形成转折对应,表目的或结果。作者借助前文出现的“盐(ἁλατίνη)”,巧妙运用了盐能“调味”与“收敛/防腐”的物理属性,在属灵意义上构成形象的双关隐喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.14.60-2.14.61