- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.13.56-2.13.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述洗礼后“第二次悔改”的恩典,警示因屡屡犯罪而形成的虚假悔改,并通过对冲动与情欲的界定来阐明人的自由意志与道德责任。
Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν1 (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ. καρδιογνώστης δὲ ὢν ὁ κύριος καὶ τὰ μέλλοντα προγινώσκων τό τε εὐμετάβολον τοῦ ἀνθρώπου καὶ τὸ παλίμβολον καὶ πανοῦργον τοῦ διαβόλου ἄνωθεν ἀρχῆθεν προεῖδεν, ὡς ζηλώσας ἐπὶ τῇ ἀφέσει τῶν ἁμαρτιῶν τὸν ἄνθρωπον προστρίψεταί τινας αἰτίας τῶν ἁμαρτημάτων τοῖς δούλοις τοῦ θεοῦ, φρονίμως πονηρευόμενος, ὅπως δὴ καὶ αὐτοὶ συνεκπέσοιεν αὐτῷ.
因此,承受了罪之赦免的人不应再犯罪。因为在对罪的第一次也是唯一的悔改之上(这应当是指在外邦的和起初的生命中,我是指在无知中的生命中预先存在的罪),蒙召之人面前立刻被设立了那洁净心灵之所免受过犯的悔改,使信仰得以立定根基。 但主既是洞悉人心的,又预知未来,便从上方并在起初预见到了人性的易变,以及魔鬼的反复无常与奸狡:魔鬼因人得蒙罪的赦免而生嫉妒,必把某些犯罪的由头强加给神的仆人,奸猾地行恶,好叫他们也与他一同堕落。
ἔδωκεν οὖν ἄλλην ἔτι τοῖς κἀν τῇ πίστει περιπίπτουσί τινι πλημμελήματι πολυέλεος ὢν μετάνοιαν δευτέραν, ἵν’, εἴ τις ἐκπειρασθείη μετὰ τὴν κλῆσιν, βιασθεὶς δὲ καὶ κατασοφισθείς,μίαν ἔτι μετάνοιαν ἀμετανόητον λάβῃ. ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. αἱ δὲ συνεχεῖς καὶ ἐπάλληλοι ἐπὶ τοῖς ἁμαρτήμασι μετάνοιαι οὐδὲν τῶν καθάπαξ μὴ πεπιστευκότων διαφέρουσιν ἢ μόνῳ τῷ συναίσθεσθαι ὅτι ἁμαρτάνουσι· καὶ οὐκ οἶδ’ ὁπότερον αὐτοῖν χεῖρον, ἢ τὸ εἰδότα ἁμαρτάνειν ἢ μετανοήσαντα ἐφ’ οἷς ἥμαρτεν πλημμελεῖν αὖθις· τῷ ἐλέγχεσθαι γὰρ ἑκατέρωθεν ἡ ἁμαρτία φαίνεται, ἣ μὲν ἐπὶ τῷ πραχθῆναι καταγινωσκομένη πρὸς τοῦ ἐργάτου τῆς ἀνομίας, ἥ δὲ τὸ πραχθησόμενον προγινώσκοντος ὡς φαῦλον ἐπιχειροῦντος.2 καὶ ὃ μὲν θυμῷ χαρίζεται ἴσως καὶ ἡδονῇ, οὐκ ἀγνοῶν τίσι χαρίζεται· ὃ δὲ ἐφ’ οἷς ἐχαρίσατο μετανοῶν, εἶτα παλινδρομῶν αὖθις εἰς ἡδονήν, συνάπτει τῷ τὴν ἀρχὴν ἑκουσίως ἐξαμαρτάνοντι· ἐφ’ ᾧ γάρ τις μετενόησεν, αὖθις τοῦτο ποιῶν, οὗ πράσσει κατεγνωκώς. τοῦτο ἑκὼν ἐπιτελεῖ. ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας, ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶν· ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν. δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός. ἐν πνεύματι δὲ ἀναγεννώμενον·3 ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὐτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαι· μελέτη γὰρ ἔμπαλιν ἁμαρτιῶν τὸ πολλάκις μετανοεῖν καὶ ἐπιτηδειότης εἰς εὐτρεψίαν ἐξ ἀνασκησίας.
因此,主大有怜悯,为那些即便在信仰中仍跌入某种过犯的人,又赐下了另一次、即第二次悔改,以便任何人在蒙召之后若受试探,因受强迫与蒙蔽而屈服,仍可承受一次不可后悔的悔改。 “因为我们得知真道之后,若故意犯罪,赎罪的祭就再没有了;惟有战惧等候审判和那将要烧灭敌对者的烈火。” 因着犯罪而接连不断且重重叠叠的悔改,与那些压根不信的人相比毫无二致,唯一的不同仅在于意识到自己正在犯罪;我不知道这两者中哪一个更恶劣:是明知而犯罪,还是为所犯之罪悔改之后再次犯过。因为无论从哪一方面,罪都因被揭露而显明出来:一者在行出不法之后被作孽之人自己定罪,另一者则是由那预先知道将行之事为卑劣却仍着手去行的人所犯。一方或许放纵愤怒与享乐,并非不知自己在放纵于何物;而另一方为自己所放纵之事悔改,随即又奔回享乐之中,便与那从起初故意犯罪的人相连;因为一个人为之悔改的同一件事,当他再次去行时,便是在定罪己所行之事的同时,故意成全它。 因此,那从外邦人和先前那样的生活中奔向信仰的人,曾一次获得了罪的赦免;然而在此之后犯罪随后又悔改的人,纵使获得饶恕,也应当自觉羞愧,因为不再能受洗以得罪的赦免。因为那“不是从血气生的,也不是从情欲生的”,而是在圣灵里重生的人,不仅应当离弃先前神化了的偶像,也当离弃前度生活的行径;这当意味着不再因跌入同一过犯而悔改。因为屡次悔改反倒成了对罪的练习,且是因缺乏操练而趋于动摇的倾向。
δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ’ οἷς πλημμελοῦμεν πολλάκις· δικαιοσύνη δὲ ἀμώμους ὀρθοτομεῖ ὁδούς, κέκραγεν ἡ γραφή. καὶ πάλιν αὖ· ἡ τοῦ ἀκάκου δικαιοσύνη κατορθώσει τὴν ὁδὸν αὐτοῦ. ναὶ μὴν καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὁ Δαβὶδ γράφει· οἱ σπείροντες οὖν ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι τῶν ἐν μετανοίᾳ ἐξομολογουμένων· μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν κύριον. ὁρᾷς τὸν τοῖς ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; μὴ φοβοῦ, φησίν, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. ἐγὼ δὲ ἐν τῷ ἐλέει σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου. Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγῳ·4 παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δ’ ἀπόστασις καὶ ἔκστασις καὶ ἀπείθεια ἐφ’ ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφ’ ἡμῖν· διὸ καὶ τὰ ἑκούσια κρίνεται)· αὐτίκα καθ’ ἓν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλόγους ὀρέξεις εὕροι ἂν αὐτά.
因此,为我们屡次所犯之罪而屡次乞求饶恕,乃是悔改的表象,而非真悔改。“公义修直无瑕的路,”经上呼喊道。又说:“纯全人的公义必修平他的路。” 诚然,大卫写道:“父亲怎样怜恤儿子,耶和华也怎样怜恤敬畏祂的人”;因此,“流泪撒种的,必欢呼收割”,正是针对那些在悔改中认罪的人而言的;“因为凡敬畏耶和华的人便为有福。” 你岂不见这与福音书中的福分何其相似么? “不要惧怕,”他说,“见人发财、家室荣耀增多的时候;因为他死的时候,什么也不能带去,他的荣耀不能随他下去。”“至于我,我必凭你的慈爱进入你的居所;我必存敬畏你的心向你的圣殿下拜。耶和华啊,求你因你的公义引领我。” 那么,冲动乃是心智朝向某物或离开某物的运动;而情欲乃是过度的冲动,或是超越依乎理性的节制,或是失控而不顺从理性的冲动。因此,依循对理性的违逆,情欲乃是心灵反乎本性的运动(背离、失常与不顺从在于我们的自主能力,正如顺从亦在于我们的自主能力;因此自愿的行为要受审判);若有人立即逐一考察各种情欲,必会发现它们皆为非理性的欲望。
- 2.13.56ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν
介词 ἐπί 接与格,在此既可表基础或附加(“在……之上”),亦可表时间契机(“当……之际”)。此处指在信徒受洗之初针对既往罪愆的“第一次且唯一的悔改”这一基础(或契机)上,洁净人心的悔改立刻摆在蒙召者面前。
- 2.13.57ἣ μὲν ἐπὶ τῷ πραχθῆναι καταγινωσκομένη πρὸς τοῦ ἐργάτου τῆς ἀνομίας, ἥ δὲ τὸ πραχθησόμενον προγινώσκοντος ὡς φαῦλον ἐπιχειροῦντος
变格的对比结构。ἣ μὲν ... ἥ δὲ 承接上文的 ἡ ἁμαρτία,并照应前述两种对立情形(明知而犯罪 / 悔改后再次犯罪)。然而在后半句中,本应与 ἥ δὲ 一致的女性主格分词被直接换成了指示作恶者的属格分词(προγινώσκοντος ... ἐπιχειροῦντος),构成了破格句法(anacoluthon)。
- 2.13.58δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἐν πνεύματι δὲ ἀναγεννώμενον
由非人称动词 δεῖ 统辖的“宾格加不定式”句式。不定式 καταλιπεῖν 的逻辑主语是后置且形成远隔修饰的宾格短语 τὸν ... ἀναγεννώμενον(呼应约翰福音1:13),而其直接宾语 τὰ εἴδωλα ... καὶ τὰ ἔργα 则置于其前。
- 2.13.59ἀπειθὴς λόγῳ
λόγῳ(理智、理性)为形容词 ἀπειθής 所支配的与格,意为“不服从理性”。它与前后文的平行表述(κατὰ τὸν λόγον 与 πρὸς τὸν λόγον ἀπείθειαν)相呼应,并符合斯多亚学派关于情欲的经典定义(πάθος 即 ὁρμὴ ἀπειθὴς λόγῳ)。
