← 亚历山太的革利免

杂记

§2.12.53-2.12.55

信仰的时间结构与从敬畏到爱的诸德发展

克莱门阐述信仰与时间在过去与未来上的双重构造,以及敬畏如何渐进升华为爱。随后探讨预言的应验与哲学认同的自主性,并引证《黑马牧人书》阐明植根于信仰的诸德行及悔改的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.53

Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων1 εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι ἐλπίς ἐστι· πιστεύομεν δὲ τὰ παρῳχηκότα γεγονέναι καὶ τὰ μέλλοντα ἔσεσθαι· ἀγαπῶμέν τε αὖ, οὕτως ἔχειν τὰ παρῳχηκότα πίστει πεπεισμένοι, τὰ μέλλοντα ἐλπίδι ἀπεκδεχόμενοι. διὰ πάντων γὰρ ἡ ἀγάπη τῷ γνωστικῷ πεφοίτηκεν ἕνα θεὸν εἰδότι· καὶ ἰδού, πάντα ὅσα δεδημιούργηκε λίαν καλὰ οἶδέν τε καὶ θαυμάζει· θεοσέβεια δὲ προστίθησι μῆκος βίου καὶ φόβος κυρίου προστίθησιν ἡμέρας. ὡς οὖν αἱ ἡμέραι μόριον βίου τοῦ κατ’ ἐπανάβασιν, οὕτω καὶ ὁ φόβος τῆς ἀγάπης ἀρχή, κατὰ παραύξησιν πίστις γινόμενος, εἶτα ἀγάπη· ἀλλ’ οὐχ ὡς φοβοῦμαι τὸ θηρίον καὶ μισῶ (διττοῦ τυγχάνοντος τοῦ φόβου), ὡς δὲ καὶ τὸν πατέρα δέδια, ὃν φοβοῦμαι ἅμα καὶ ἀγαπῶ· πάλιν, φοβούμενος μὴ κολασθῶ, ἐμαυτὸν ἀγαπῶ, αἱρούμενος τὸν φόβον· ὁ δὲ φοβούμενος προσκόψαι τῷ πατρὶ ἀγαπᾷ αὐτόν. μακάριος οὖν ὃς πιστὸς γίνεται, ἀγάπῃ καὶ φόβῳ κεκραμένος· πίστις δὲ ἰσχὺς εἰς σωτηρίαν καὶ δύναμις εἰς ζωὴν αἰώνιον.

既然信仰正如时间一样是双重的,我们便可以发现双重的德行与二者同在。因为就时间而言,记忆属于过去,希望属于未来;我们相信过去之事已经发生,未来之事必将发生;此外,我们因着信仰确信过去之事确是如此,又因着希望等候未来之事,从而施行爱。因为对于认识独一神的真知者而言,爱已渗透到一切之中;并且“看哪,祂所造的一切都甚好”,对此他既知晓又赞叹;敬虔增添了“生命的长度”,并且 “敬畏耶和华增添日子”。 因此,正如日子是向上攀升的生命的一部分,敬畏同样也是爱的开端,经过增长而成为信仰,其后成为爱;但并不是像我惧怕野兽并仇恨它那样(因为惧怕有双重性质),而是像我惧怕父亲那样,我既敬畏他又同时爱他;再者,因惧怕受罚,我爱的是我自己,因而选择了惧怕;但那惧怕触怒父亲的人,爱的是父亲。因此,那因爱与敬畏交融而成为信实之人是有福的;信仰是得救的力量,是通向永生的权能。

§2.12.54

πάλιν ἡ προφητεία πρόγνωσίς ἐστιν, ἡ δὲ γνῶσις προφητείας νόησις, οἷον γνῶσις τῶν ἐκείνοις προεγνωσμένων ὑπὸ τοῦ προφαίνοντος τὰ πάντα κυρίου. ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἔκβασιν, ἢ γεγονυῖαν πάλαι ἢ ἐνεστηκυῖαν ἤδη ἢ ἔσεσθαι μέλλουσαν. εἶθ’ αἱ μὲν ἀκρότητες ὑποπεπτώκασι πίστει ἢ τελεσθέντων ἢ ἐλπιζομένων,2 πειθὼ δὲ παρέχει ἡ ἐνεστηκυῖα ἐνέργεια πρὸς τὴν βεβαίωσιν ἀμφοῖν τοῖν ἄκροιν. εἰ γὰρ μιᾶς οὔσης τῆς προφητείας τὸ μὶν ἤδη τελεῖται, τὸ δὲ πεπλήρωται, πιστὸν ἐντεῦθεν καὶ τὸ ἐλπιζόμενον καὶ τὸ παρῳχηκὸς ἀληθές. πρότερον γὰρ ἐνεστὸς ἦν, εἶτα ἡμῖν παρῴχηκεν, ὡς εἶναι καὶ τὴν τῶν παρῳχηκότων πίστιν κατάληψιν παρῳχηκότος, καὶ τὴν τῶν ἐσομένων ἐλπίδα κατάληψιν ἐσομένου πράγματος. τὰς δὲ συγκαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος, ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐφ’ ἡμῖν εἶναι λέγουσιν.

再说,预言是预知,而知识是对预言的领会,即对于那些由彰显一切的主预先向他们指示之事的认知。因此,对预先告知之事的知识指明了三重结果:或发生于久远之先,或正发生于现今,或将要在未来发生。其后,两极(过去与未来)或者落入已成就之事的信仰中,或者落入被盼望之事的信仰中,而当下的实施则为两极的确证提供了说服力。因为预言虽为同一,如果其中一部分正在成就,另一部分业已应验,由此那被盼望的便同样可信,那过去的也同样真实。因为过去之事此前曾是现在,其后对我们而言成了过去;以致对过去之事的信仰乃是对过去之事的把握,对未来之事的希望乃是对未来之事的把握。至于认同(同意),不仅柏拉图学派的人,而且斯多亚学派的人也说它们在于我们的自主能力。

§2.12.55

πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις, οἷς ζῶμεν καὶ σύνεσμεν αἰεὶ τῷ γένει τῶν ἀνθρώπων, συγκατάθεσίς ἐστιν· ἥ δ’ οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν· ἀνυπαρξίας γὰρ στέρησις οὐκ ἂν λεχθείη.3 κἄν τις τἀληθὲς σκοπῇ, εὑρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ ἀφορμὰς πρὸς πίστιν τἀληθοῦς. ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν, ὥς φησιν ὁ Ποιμήν, ἀρετὴ ἡ πίστις ἐστί, δἰ ἧς σῴζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· ἡ δὲ ἀνδριζομένη ἐγκράτεια. ἕπεται δ’ αὐταῖς ἁπλότης, ἐπιστήμη, ἀκακία, σεμνότης, ἀγάπη. πᾶσαι δὲ αὗται πίστεώς εἰσι θυγατέρες. καὶ πάλιν· προηγεῖται μὲν πίστις, φόβος δὲ οἰκοδομεῖ, τελειοῖ δὲ ἡ ἀγάπη. φοβητέον οὖν τὸν κύριον, λέγει, εἰς οἰκοδομήν, ἀλλ’ οὐ τὸν διάβολον εἰς καταστροφήν. ἔμπαλιν δέ· τὰ μὲν ἔργα τοῦ κυρίου, τουτέστι τὰς ἐντολάς, ἀγαπητέον παὶ ποιητέον, τὰ δὲ ἔργα τοῦ διαβόλου φοβητέον καὶ οὐ ποιητέον· ὁ μὲν γὰρ τοῦ θεοῦ φόβος παιδεύει καὶ εἰς ἀγάπην ἀποκαθίστησιν, ὁ δὲ τῶν τοῦ διαβόλου ἔργων4 μῖσος ἔχει σύνοικον. ὁ δὲ αὐτὸς καὶ τὴν μετάνοιαν σύνεσιν εἶναί φησι μεγάλην· μετανοῶν γὰρ ἐφ’ οἷς ἔδρασεν οὐκέτι ποιεῖ ἢ λέγει, βασανίζων δὲ ἐφ’ οἷς ἥμαρτεν τὴν ἑαυτοῦ ψυχὴν ἀγαθοεργεῖ. ἄφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφ’ ἡμῖν.

因此,我们借以生活并始终与人类相处的每一种意见、判断、假定和学习,都是一种认同;而这无非就是信仰;并且不信作为对信仰的背离,正表明了认同与信仰的可能;因为非存在是谈不上被剥夺的。人若考察真理,便会发现人依本性固然排斥对虚谎的认同,却拥有趋向信奉真理的起点与资财。 正如《牧人书》所言:“那维系教会的德行 乃是信仰,神的选民借此得救;那展现刚勇的是节制。随之而来的是淳朴、真知、纯全、庄重、爱。这一切都是信仰的女儿。” 又言: “信仰先行,敬畏建立,爱使之完全。” “因此应当敬畏主,”他说,“以谋建立,而不当畏惧魔鬼以招致败坏。” 反之: “主的作为,即诫命,当被爱慕并践行;而魔鬼的作为当被畏惧并不当践行;因为对神的敬畏训诲人并使之回归于爱,而对魔鬼作为的畏惧则以仇恨为伴。” 同一作者亦称悔改乃是“大聪明”;因为对己所行之事悔改的人不再行或不再说,反为己所犯之罪责打己心,行善事。 因此,罪的赦免与悔改不同,但二者皆彰显了属于我们自主能力之事。

语法注4 条
  1. 2.12.53Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων

    名词 τῆς πίστεως 与 τοῦ χρόνου 经由 καθάπερ 连结,共同构成复数属格的独立属格结构(διττῶν ὄντων)。主句 εὕροιμεν ἄν 为潜能希求式,表示推论的结果(“由于二者皆为双重,我们便可发现……”)。

  2. 2.12.54εἶθ’ αἱ μὲν ἀκρότητες ὑποπεπτώκασι πίστει ἢ τελεσθέντων ἢ ἐλπιζομένων

    主语 αἱ ἀκρότητες(“两极”)指时间上的“过去”与“未来”。与格 πίστει 作动词 ὑποπεπτώκασι 的补足语,随后的 ἢ τελεσθέντων ἢ ἐλπιζομένων 作 πίστει 的宾格性属格,指示信仰的对象(“对已成就之事或所盼望之事的信仰”)。

  3. 2.12.55ἀνυπαρξίας γὰρ στέρησις οὐκ ἂν λεχθείη

    由否定词 οὐκ 与潜能希求式 ἄν+λεχθείη 构成的判断句(“不能被谈及”)。克莱门借用哲学公理,即“剥夺”(στέρησις)必须以实存的属性或潜能为前提,不可能存在对“非存在”(ἀνυπαρξία)的剥夺;因此不信(ἀπιστία)作为一种剥夺状态,恰恰证明了信仰与认同能力的实存性与可能性。

  4. 2.12.55ὁ δὲ τῶν τοῦ διαβόλου ἔργων

    与前句 ὁ μὲν γὰρ τοῦ θεοῦ φόβος 相对称的省略结构,省略了主语名词 φόβος,即 ὁ δὲ [φόβος] τῶν τοῦ διαβόλου ἔργων(“而对魔鬼作为的畏惧……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.12.53-2.12.55