← 亚历山太的革利免

杂记

§2.11.51-2.11.52

迈向神之知识的跃升与真知者同自负者的对比

文中论述了越过宇宙九层升至第十层的神之知识的飞跃,将侍立在神面前坚定不移的真知者,与如该隐般堕入动乱之中的自负异端者进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.51

χρὴ δὲ ὡς ἔπος εἰπεῖν τῶν ἄλλων πάντων ὑπεραναβαίνοντας ἐπὶ τὸν νοῦν ἵστασθαι,1 ὥσπερ ἀμέλει κἀν τῷ κόσμῳ τὰς ἐννέα μοίρας ὑπερπηδήσαντας, πρώτην μὲν τὴν διὰ τῶν τεσσάρων στοιχείων ἐν μιᾷ χώρᾳ τιθεμένων διὰ τὴν ἴσην τροπήν, ἔπειτα δὲ τὰς ἑπτὰ τὰς πλανωμένας τήν τε ἀπλανῆ ἐνάτην, ἐπὶ τὸν τέλειον ἀριθμὸν τὸν ὑπεράνω τῶν ἐννέα, τὴν δεκάτην μοῖραν, ἐπὶ τὴν γνῶσιν ἀφικνεῖσθαι τοῦ θεοῦ, συνελόντι φάναι2 μετὰ τὴν κτίσιν τὸν ποιητὴν ἐπιποθοῦντας. διὰ τοῦτο αἱ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο, καὶ ἡ τοῦ πάσχα ἑορτὴ ἀπὸ δεκάτης ἤρχετο, παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις οὖσα. πέπηγεν οὖν τῇ πίστει ὁ γνωστικός, ὁ δὲ οἰησίσοφος ἑκὼν τῆς ἀληθείας οὐχ ἅπτεται, ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὖν γέγραπται· ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ· ἑρμηνεύεται δὲ ἡ μὲν Ναὶδ σάλος, ἡ δὲ Ἐδὲμ τρυφή· πίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰησίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαίειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλ’ οἷον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται. εἰς τὰ θνητά τε καὶ γεννητὰ καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου γνώσεως, ἄλλοτε ἀλλοῖα δοξάζων. οἷς δὲ μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· ὁ λογισμὸς καὶ τὸ ἡγεμονικὸν ἄπταιστον μένον καὶ καθηγούμενον τῆς ψυχῆς κυβερνήτης αὐτῆς εἴρηται· ὄντως γὰρ ἀτρέπτῳ πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγή.3

可以说,人们应当超越一切其余的事物而立足于理智之上,正如在宇宙中越过九个部分一样——首先是由四大元素构成的部分,因相互均等的转化而置于同一领域,其后是七大游星天球和第九个不动天球——从而到达九之上的完全数,即第十部分,到达对神的知识,简而言之,就是在被造物之后切慕造物主。因此,伊法的十分之一与祭物的十分之一都被献给神,逾越节也是从第十日开始的,它意味着从一切情欲及可知觉之物中的逾越(跨越)。因此,真知者坚定于信仰之中,而自命有智慧之人由于随从动荡不定、无可依靠的冲动,自愿不接触真理。因此圣经适当地记载道: “该隐离开神的面,去住在伊甸对面挪得之地。” 挪得被解释为动荡,伊甸被解释为安乐;而信仰、知识与和平便是安乐,那不顺从者必从其中被驱逐;至于自命有智慧之人,起初甚至根本不愿明白神圣的诫命,反而像脱缰自专的悍马,甘愿迁入翻腾的动荡之中,从对未生者的知识坠落到必死和受造之物中,时而持此意见,时而持彼意见。 “无智谋(引导)之人,必如落叶倾倒。” 那保持稳固不跌并引导灵魂的理性与统治机能,被称为灵魂的舵手;因为唯有借着那不变之物,才能真正引向那不变者。

§2.11.52

οὕτων4 Ἀβραὰμ ἑστὼς ἦν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν· καὶ τῷ Μωυσεῖ λέγεται σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ. οἱ δὲ ἀμφὶ τὸν Σίμωνα τῷ Ἑστῶτι, ὃν σέβουσιν, ἐξομοιοῦσθαι τὸν τρόπον βούλονται. ἡ πίστις οὖν ἥ τε γνῶσις τῆς ἀληθείας αἰεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν κατασκευάζουσι τὴν ἑλομένην αὐτὰς ψυχήν. συγγενεῖς δὲ τῷ ψεύδει μετάβασις καὶ ἐκτροπὴ καὶ ἀπόστασις, ὥσπερ τῷ γνωστικῷ ἠρεμία καὶ ἀνάπαυσις καὶ εἰρήνη. καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. ὑπὸ ταύτης ἐλεγχόμενοι τῆς φωνῆς οἱ ἀπὸ τῶν αἱρέσεων τὰς πρὸς Τιμόθεον ἀθετοῦσιν ἐπιστολάς. φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια καὶ σοφία καὶ δύναμις θεοῦ, ὥσπερ οὖν ἐστι, δειχθείη ἂν ὅτι5 τῷ ὄντι γνωστικὸς ὁ τοῦτον ἐγνωκὼς καὶ τὸν πατέρα τὸν δἰ αὐτοῦ· συναίσθεται γὰρ τοῦ λέγοντος· χείλη δικαίων ἐπίσταται ὑψηλά.

如此,“亚伯拉罕仍旧站在耶和华面前,近前来,说:” 又对摩西说: “至于你,可以同我站在这里。” 然而西门一派的人,却企图让自己的方式去效法他们所崇拜的“立者”。因此,信仰与对真理的知识,使拣选了它们的灵魂始终保持同样且不变的状态;变迁、偏离与背弃与虚谎为近亲,正如宁静、安息与和平与真知者为近亲。正像虚饰与自负败坏了哲学一样,假知识——那同名异质的知识——也败坏了真知;使徒写信论及此说: “提摩太啊, 要保守所托付你的,躲避世俗的虚谈和那假冒知识的敌道。已经有人自称有这知识,进而在信仰上偏离了目标。” 异端之徒因被这声音所驳斥,便弃绝了写给提摩太的书信。那么请问,如果主就是“真理”,就是 “神的智慧与神的大能”,正如祂确实是的那样,那么便可以表明,认识了祂以及借着祂认识了父的人,才是真正的真知者;因为他领悟了那说话者所言: “义人的嘴唇懂得崇高之事。”

语法注5 条
  1. 2.11.51χρὴ δὲ ὡς ἔπος εἰπεῖν τῶν ἄλλων πάντων ὑπεραναβαίνοντας ἐπὶ τὸν νοῦν ἵστασθαι

    由无人称动词 χρή 所统辖的“宾格加不定式”结构(不定式为 ἵστασθαι 与 ἀφικνεῖσθαι),其逻辑主语(泛指的“人们”)体现在宾格分词 ὑπεραναβαίνοντας、ὑπερπηδήσαντας 与 ἐπιποθοῦντας 上。句首的 ὡς ἔπος εἰπεῖν 为惯用的绝对不定式短语,意为“可以说/宛如”。

  2. 2.11.51συνελόντι φάναι

    一种表示“简而言之/概括而言”的惯用插入短语,由关系与格(表示判断者的与格)συνελόντι 与不定式 φάναι 构成。它与前文的 ὡς ἔπος εἰπεῖν 相呼应,将对天体层级的比喻总结为“在受造物之后寻求造物主”。

  3. 2.11.51ὄντως γὰρ ἀτρέπτῳ πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγή

    系动词(ἐστί)省略的判断句。中性单数与格 ἀτρέπτῳ 作手段与格(“借着不变之物”),表明只有通过自身不变的统治机能与理性,才能真正走向那不变者(神,πρὸς τὸ ἄτρεπτον)。

  4. 2.11.52οὕτων

    电子底本中的 οὕτων 显然是 οὕτως(“如此/这样”)的识别讹误,用作副词性连接词,引出后文亚伯拉罕与摩西侍立在神面前的圣经例证。

  5. 2.11.52φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια ... δειχθείη ἂν ὅτι

    语气祈使词 φέρε(“那么/请看”)引导一个带有直陈式的条件从句(εἰ ... ἐστι,提出确实的前提),其主句为 ἄν 搭配潜势祈愿式(δειχθείη ἄν)。该结构并非与事实相反的假设,而是表示审慎的逻辑推论:“如果主确实是……,那么便能充分证明……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.11.51-2.11.52