← 亚历山太的革利免

杂记

§2.11.48-2.11.50

科学论证与俄梅珥的寓意解说

克莱门特区分了基于科学论证的真知与基于人类推论的意见性论证,指出立足于圣经的论证才能带来至高的信仰与真知。此外,他还将《出埃及记》中的“俄梅珥”寓意解释为人类的三种判断标准(感觉、言论、理智)以及构成人的十个要素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.48

Ἀλλ’ ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ’ Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων. φήσαιμεν δ’ ἂν αὐτὴν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. πίστεως δ’ οὔσης διττῆς, τῆς μὲν ἐπιστημονικῆς, τῆς δὲ δοξαστικῆς, οὐθὲν κωλύει ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν. ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ λέγεται, ἣ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν ἑαυτῆς φύσιν, ἣ δὲ ἐλλιπῆ. καὶ μή τι ἡ παρ’ ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής,1 ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον. μάθησις γοῦν καὶ τὸ πείθεσθαι ταῖς ἐντολαῖς, ὅ ἐστι πιστεύειν τῷ θεῷ. καὶ ἡ πίστις δύναμίς τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας.

然而,自命有智慧之人——无论是蛮族的异端,还是希腊人中的哲学家——他们的知识,按使徒所言,“叫人自高自大”;但那作为按真哲学所传授之事之科学论证的知识,才是坚实可信的。我们可以说,这种知识乃是一种从公认的前提中为有争议之事提供确信的言论。既然信仰(确信)有双重,一种是科学的,一种是意见的,那么便没有任何理由阻止我们将论证也称为双重的,即一种是科学的,一种是意见的。因为知识与预知也都被称为是双重的,一种拥有完备精确的本性,另一种则是有残缺的。难道不是唯独我们这里的论证才是真实的吗?因为它正是从神圣的圣经、圣录以及按使徒所说的“蒙神教导”的智慧中汲取而来的。无论如何,顺从诫命也是一种学习,这便是信靠神。而信仰是神的一种能力,是真理的力量。

§2.11.49

αὐτίκα φησίν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, μεταστήσετε τὸ ὄρος· καὶ πάλιν· κατὰ τὴν πίστιν σου γενηθήτω σοι· καὶ ὃ μὲν θεραπεύεται προσλαβὼν τῇ πίστει τὴν ἴασιν, ὃ δὲ νεκρὸς ἀνίσταται διὰ τὴν τοῦ πιστεύσαντος ὅτι ἀναστήσεται ἰσχύν.2 ἡ δὲ δοξαστικὴ ἀπόδειξις ἀνθρωπική τέ ἐστι καὶ πρὸς τῶν ῥητορικῶν γινομένη ἐπιχειρημάτων ἢ καὶ διαλεκτικῶν συλλογισμῶν. ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις ἂν εἴη γνῶσις. εἰ γὰρ τὰ παραλαμβανόμενα πρὸς τὸ ζητούμενον ἀληθῆ λαμβάνεται, ὡς ἂν θεῖα ὄντα καὶ προφητικά, δῆλόν που ὡς καὶ τὸ συμπέρασμα τὸ ἐπιφερόμενον αὐτοῖς ἀκολούθως ἀληθὲς ἐπενεχθήσεται· καὶ εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.

例如祂说:“你们若有信心像一粒芥菜种,就能移山”;又说:“照着你的信给你成全了吧”;于是一人因信仰领受了医治而痊愈,而另一死者则因那坚信他必复活之人的力量而复活。至于基于意见的论证,则是属人的,出自修辞学的论辩或辩证法的推论。因为我们所暗示为科学的那种最高论证,是通过对圣经的引述与阐释,将信仰(确信)植入渴望受教者的灵魂之中,而这便当是真知。因为,如果为探究之事所采纳的前提被公认为真实——因其具有神圣性和先知性——那么很显然,随之而来的结论也必然作为真实被推导出来;如此,真知在我们将正当地成为论证。

§2.11.50

Ἡνίκα γοῦν τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημόσυνον ἐν στάμνῳ χρυσῷ καθιεροῦσθαι προσετάττετο, τὸ γόμορ φησὶ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν. ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα, τρία κριτήρια μηνύεται, αἴσθησις μὲν αἰσθητῶν, λεγομένων δὲ καὶ ὀνομάτων καὶ ῥημάτων ὁ λόγος, νοητῶν δὲ νοῦς. ὁ τοίνυν γνωστικὸς ἀφέξεται μὲν τῶν κατὰ λόγον καὶ τῶν κατὰ διάνοιαν καὶ τῶν κατὰ αἴσθησιν καὶ ἐνέργειαν ἁμαρτημάτων, ἀκηκοὼς ὅπως ὁ ἰδὼν πρὸς ἐπιθυμίαν ἐμοίχευσεν, λαβών τε ἐν νῷ ὡς μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, κἀκεῖνο ἐπιστάμενος ὅτι οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοί. τοῦτ’, οἶμαι, τὸ κατὰ θεὸν ἀληθινὸν καὶ δίκαιον μέτρον, ᾧ μετρεῖται τὰ μετρούμενα, ἡ τὸν ἄνθρωπον συνέχουσα δεκάς, ἣν ἐπὶ κεφαλαίων τὰ προειρημένα τρία ἐδήλωσεν μέτρα.3 εἴη δ’ ἂν σῶμά τε καὶ ψυχὴ αἵ τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν καὶ σπερματικὸν καὶ τὸ διανοητικὸν ἢ πνευματικὸν ἢ ὅπως καὶ βούλει καλεῖν.

总之,当吩咐将属天且神圣之食物的纪念物封存在金罐中时,圣经说:“一俄梅珥是三量器的十分之一”。因为在我们自身之内指示出了三种度量、三种判准:对于可知觉之物是感觉,对于所说之事、名称与动词是言论,对于可理知之物则是理智。因此,真知者当远离言语上的罪、思想上的罪以及感觉与行为上的罪,因为他听到了“凡动淫念观看的,就犯奸淫了”,心中领会“清心的人有福了,因为他们必得见神”,并且深知“入口的不能污秽人,唯独出口的,乃能污秽人;因为从心里发出思虑”。我认为,这便是属神真实而公义的度量,被度量之物藉此得以度量,即维系人自身的十元组,亦即前述三种度量总括所表明者。这乃是肉体与灵魂、五种感官、发声机能、生殖机能,以及理智或属灵的机能,或随你愿意怎样称呼它。

语法注3 条
  1. 2.11.48καὶ μή τι ἡ παρ’ ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής

    μή τι 后接带 ἄν 的愿望语气(εἴη ἄν)的结构。虽然 μή τι 通常引出期待否定回答的疑问句(“难道……吗?”),但在此处作为委婉的修辞性断定,带有强烈的肯定意涵(“难道不正是唯独我们这里的论证才是真实的吗?”)。在语境中,它强调基于圣经的基督徒论证才是唯一真正的论证。

  2. 2.11.49διὰ τὴν τοῦ πιστεύσαντος ὅτι ἀναστήσεται ἰσχύν

    修饰成分深度嵌入中心名词 ἰσχύν 之前的语序倒错(hyperbaton)结构。在介词 διά 及冠词 τὴν 与宾格名词 ἰσχύν 之间,插入了属格分词 τοῦ πιστεύσαντος 及其宾语从句 ὅτι ἀναστήσεται。句子骨架为 διὰ τὴν ἰσχύν(“借着……的力量”),被修饰语限定为“坚信他必复活之人的”。

  3. 2.11.50ἣν ἐπὶ κεφαλαίων τὰ προειρημένα τρία ἐδήλωσεν μέτρα

    阴性宾格关系代词 ἣν 的先行词是前文的 δεκάς(十元组,阴性名词)。关系节的主语为中性复数短语 τὰ προειρημένα τρία μέτρα,与单数动词 ἐδήλωσεν 相应(中性复数主语接单数动词的常规句法)。短语 ἐπὶ κεφαλαίων 为副词性习语,意为“要言之”或“总括地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.11.48-2.11.50