← 亚历山太的革利免

杂记

§1.29.180-1.29.182

希腊人的年轻与作为立法者的上帝

本节引用柏拉图《蒂迈欧篇》中埃及祭司的话,将希腊思想的幼稚与蛮族智慧的古老相对比,论述了上帝作为普遍律法与圣约的唯一设立者,并以此结束第一卷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29.180

Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς·1 ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ’ ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι’ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν, γέρων δὲ Ἑλλήνων οὐκ ἔστιν οὐδείς· γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα, εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενόμενα, ὡς παλαιὰ καὶ ἀρχαῖα ἱστοροῦντας. ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ.2 ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν· ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν παίδων βραχύ τι διαφέρειν μύθων· οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων μύθων· παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ’ Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς.

因此,柏拉图著作中的埃及祭司说得极其精彩: “啊,梭伦,梭伦,”他说,“你们希腊人永远是孩童,灵魂中没有因古老相传而来的古远见识,希腊人中也没有一个老人”;——依我看,他称呼那些知晓更为古老之事——即我们之事——的人为“老人”,正如相反,他称呼那些叙述更为晚出之事、由希腊人所创制之事、即昨日前日发生之事却将其当作古远历史的人为“青年”。因此他接着说: “经岁月而斑白的学识”,这是由于我们按照某种蛮族的习惯,使用了未经藻饰且不甚明晰的比喻。无论如何,明事理之人都会欣然接受这整个解释的形式;但在论及希腊人时,他说他们的自负与孩童的神话相差无几。因为这不应当被理解为小儿科的神话,也不当被理解为给孩童讲述的神话;毋宁说,鉴于希腊那些自命有智慧之人见识狭隘,他将神话本身称为“孩童”,以此暗指“斑白的学识”,即蛮族中所保有的最古老的真理;与这一说法相对立,他提出了“孩童神话”,驳斥了晚近之人的企图所具有的神话色彩,指出其如同孩童一般绝无更古老的内容,并表明他们的神话与论证同样都是幼稚的。

§1.29.181

θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν. ὁμοίως δὲ καὶ αἱ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἰσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτικούς, ὅσον ἔτι αὐτῶν ὡς νέων φρένες ἠερέθονται. λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ· ὁδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία. "νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, "λέγει Πίνδαρος. ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τό γε Ἡσιόδειον ἐπὶ τοῦ πάντων λελέχθαι θεοῦ λαμβάνω, εἰ καὶ στοχαστικῶς εἴρηται τῷ ποιητῇ, ἀλλ’ οὐ καταληπτικῶς· "τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς, ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτῶν· ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη. "

因此,藉着启示向黑马说话的权能神圣地说道: “异象与启示乃是为了心怀二意的人,为了那些在心中忖度这些事究竟是有还是没有的人。” 同样,源自博学丰饶之藏的证明,也能巩固、确立并奠基那些论证性的言辞,只要他们如同青年一样,其“心志仍在浮荡摇摆”。 圣经因此说: “美好的诫命是灯,律法是路上的光;因为管教匡正生命的道路。” “律法乃万有之王,统辖必死者与不死者”,品达如是说。但我透过这些话理解了设立律法的那一位,并将赫西俄德的诗句看作是对统摄万有的上帝而言的,即使这位诗人仅仅是出于揣测而非确切领会而说的: “因为克罗诺斯之子为人类制定了这条律法:鱼类、野兽与飞禽互为食物,因为它们之间毫无正义;但对人类,他赐予了正义,这是无比卓越的。”

§1.29.182

εἴτ’ οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις, δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἷς ὤν, ὡς καὶ Πλάτων ἐν τῷ Πολιτικῷ ἕνα τὸν νομοθέτην φησίν, ἐν δὲ τοῖς Νόμοις ἕνα τὸν συνήσοντα τῶν μουσικῶν, διὰ τούτων διδάσκων τὸν λόγον εἶναι ἕνα καὶ τὸν θεὸν ἕνα. Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, ἰδοὺ ἐγώ, λέγων, ἡ διαθήκη μου μετὰ σοῦ· ἐπεὶ καὶ πρότερον εἶπεν διαθήκην, † μὴ ζητεῖν αὐτὴν ἐν γραφῇ. ἔστι γὰρ διαθήκη ἣν ὁ αἴτιος τοῦ παντὸς θεὸς τίθεται, θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται3 καὶ τάξιν, τὴν διακόσμησιν. ἐν δὲ τῷ Πέτρου Κηρύγματι εὕροις ἂν νόμον καὶ λόγον τὸν κύριον προσαγορευόμενον. Ἀλλ’ ὁ μὲν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων πρῶτος ἡμῖν Στρωματεὺς ἐνταυθοῖ περιγεγράφθω.

因此,无论他所指的律法是伴随受造而赋予的,还是后来颁布的,自然之律法与学习之律法皆出自上帝,归结为一;正如柏拉图在《政治家》中也说立法者只有一位,而在《法律篇》中说通晓乐理者只有一人,以此指明道为唯一,上帝亦为唯一。摩西显然称主为“约”,他说: “看哪,我, 我的约与你同在”;因为既然他先前也说过“约”,人们就不应在字句之中去寻找它。因为确有一约,乃是万有的肇因上帝所设立的;而“上帝”一词正是源于“安放”(thesis)与“秩序”,即对万物的规整。在《彼得宣道篇》中,你亦可发现主被称为“律法与道”。 至此,我们的依据真正哲学之诺斯底札记的《杂记》第一卷,当在此告一段落。

语法注3 条
  1. 1.29.180Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς

    句首主句的谓语动词(如 εἶπε 或 ἔφη“说”)被省略的椭圆结构。由于后文紧接着引入直接引语的 εἶπεν,读者需在理解上为受修饰的主语 ὁ ... Αἰγύπτιος ἱερεύς 补充出相应的动词。

  2. 1.29.180χρωμένων ἡμῶν τῇ μεταφορᾷ

    属格独立结构。它作为修饰前文主要动词 ἐπήγαγεν(埃及祭司“接着说”)的状语从句,表明情境或原因,意为“因为我们使用了未经藻饰且不明晰的比喻”。

  3. 1.29.182θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται

    介词 παρά 搭配宾格(τὴν θέσιν),表示词源学上的渊源(“因……而得名”)。此处采用了古代常见的通俗词源说,即将 θεός(神)与 θέσις(安放、秩序)联系起来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.29.180-1.29.182