← 亚历山太的革利免

杂记

§1.9.43-1.9.45

预备学科与辩证法在护卫信仰中的必要性

作者批评了那些拒斥预备学科与辩证法、仅求空洞信仰的朴素信徒,论述了若要正确理解和捍卫圣经真理并辨识虚假,自由诸艺与逻辑辨析乃是不可或缺的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.43

Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν.1 ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρ’ οὗ μετ’ ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον. κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὀργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν τὸν ἐδώδιμον καρπὸν ἐκφήνῃ. καθάπερ δὲ ἐν γεωργίᾳ καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν. παρορᾶται δὲ καὶ ὁ ἀθλητής, † ὡς προείρηται, ἀλλ’ εἰς τὴν σύνταξιν συμβαλλόμενος.

有些自以为天赋异禀的人,既不肯涉足哲学,也不肯涉足辩证法,甚至不愿详究自然理论,而只要求单独而赤裸的信仰,这正如他们未曾对葡萄树作任何照料,却妄想从一开始就立刻摘取葡萄串一样。主被喻指为葡萄树,人必须藉由细心的照料以及合乎理性的农耕技术,方能从祂那里采收果实。必须修剪、翻土、绑扎蔓条并做其余的工夫;在我看来,照料葡萄树亦需要镰刀、锄头以及其他的农具,好让它为我们结出可食用的果实。正如在农耕与医术中,凡涉猎多种学科以便能更好地耕作与医治的人,被称为博学通达之士,同样在这里,我也把凡将一切事物引向真理的人称为博学通达之士,从而让他能从几何学、音乐、文法学以及哲学本身中采摘有益之物,守卫信仰不受侵犯。而正如前文所说,运动员亦未被忽视,而是共同致力于整体的编排。

§1.9.44

αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον· ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάττουσιν. ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας2 ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ’ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη3 τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μαγείας ἄλλας τε κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας. πῶς δὲ οὐκ ἀναγκαῖον περὶ νοητῶν φιλοσοφοῦντα διαλαβεῖν τὸν ἐπιποθοῦντα τῆς τοῦ θεοῦ δυνάμεως ἐπήβολον γενέσθαι; πῶς δὲ οὐχὶ καὶ διαιρεῖσθαι χρήσιμον τάς τε ἀμφιβόλους φωνάς τάς τε ὁμωνύμως ἐκφερομένας κατὰ τὰς διαθήκας; παρ’ ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ’ ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.

例如,我们称赞见过许多人的城邦的经验丰富的舵手,也称赞经历过诸多病例的医生;有人甚至循此路径塑造了经验派医生。至于那从希腊与异邦的典籍中汲取范例,并将每件事物引向端正生活的人——这位经验丰富的真理追寻者,真正足智多谋的人,能够如试金石(即受托用于辨别假金与真金的吕底亚石)一般区分事物,我们这位博闻多识、通达知识的人,能够将智者之术从哲学中分离出来,将装饰术从体操术中分离出来,将烹饪术从医术中分离出来,将修辞术从辩证法中分离出来,并将巫术以及异邦哲学中的其他宗派从真理本身中分离出来。一个渴慕获得上帝的大能的人,通过哲学探究来考察理智事物,难道不是必然的吗?而在诸约中辨析歧义的词句与多义的表达,难道不是有益的吗?因为在受试探之时,主正是利用词义的多义性战胜了魔鬼;而我实在无法理解,正如某些人所揣测的那样,哲学与辩证法的发明者怎会在此受多义手法的欺骗而被引入歧途。

§1.9.45

Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, δἰ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλ’ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῦ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας.4 ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταί· ἐκ γὰρ πίστεως καὶ ὡς οὐχ ῥᾳδίως τὸ πνεῦμα εἴρηκεν. ἀλλ’ οὐχ οἷόν τε οὕτως ἐκδέξασθαι μὴ μεμαθηκότας. τὰς δὲ ἐντολάς, φησίν, ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας5 τοῖς προβαλλομένοις σοι. τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι; ἥτις καὶ τοῦ ἐρωτᾶν· εἴη δ’ ἂν αὕτη διαλεκτική. τί δ’; οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται; εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν. τὸ λογικὸν δὲ ἔργον κατὰ θεὸν ἐκτελεῖται· καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο, φησί, τοῦ λόγου τοῦ θεοῦ. ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ πάντα ἔπρασσεν; ἐργάζεται δὲ καὶ τὰ κτήνη ἐλαυνόμενα ἀναγκάζοντι τῷ φόβῳ. οὐχὶ δὲ καὶ οἱ ὀρθοδοξασταὶ καλούμενοι ἔργοις προσφέρονται καλοῖς, οὐκ εἰδότες ἃ ποιοῦσιν;

即使先知与使徒们并不通晓展现哲学操练的那些技艺,然而预言之灵与教导之灵的心意,因并非所有人皆有领悟的听觉而隐秘地述说,为了明晰起见,便要求合乎技艺的教导。因为先知们与圣灵的门徒确实通晓那心意;圣灵本于信仰说话,绝非轻率草率。但对于未曾学习的人而言,要如此领受乃是不可能的。“你要出于心愿与知识,”经上说,“双重地将诫命抄写下来,以便用真理的话语回答向你提问的人。”那么,回答的知识是什么呢?它正是提问的知识;而这便当是辩证法。不仅如此,难道说话本身不也是一种行动,而行事难道不是出于理性吗?因为若不依理性而行,我们行事便是不合理的。合理的行动乃是顺应上帝而成全的:“并且没有一样是离开祂而生成的,”经上说,〔即〕上帝的道。难道主不也是依凭理性行了一切的事吗?牲畜亦在强迫性的恐惧驱赶下劳作。而那些被称为持纯正意见的人,在不知所行何事的情况下投身于善行,难道不也是如此吗?

语法注5 条
  1. 1.9.43ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν

    连词 ὥσπερ εἰ 后接未完成过去直陈式(ἠξίουν),构成非真实假设的比较(“正如他们妄想……一样”)。分词 ποιησάμενοι 表示先于不定式 λαμβάνειν 的动作。

  2. 1.9.44ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ’ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μαγείας ἄλλας τε κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας.

    全句呈现缺乏限定性主动词的破格或名词性句式。冗长的主语修饰成分(ὁ ἀναφέρων... πολύπειρος οὗτος... ὁ πολύιδρις...)核心落在分词短语 ἱκανὸς ὢν χωρίζειν(“能够分离……”)上,由它支配一系列“宾格与分离属格”的对应结构(如 σοφιστικὴν μὲν φιλοσοφίας,“从哲学中分离出智者之术”)。

  3. 1.9.44ἣ δ’ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη

    被动态分词 πεπιστευμένη 带互补不定式 διακρίνειν,源自主动态短语 πιστεύω τινί τι(委以某人某事)的被动构造(以受托物为主语),意为“被赋予/托付辨别之责”。

  4. 1.9.45Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, δἰ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλ’ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῦ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας.

    在这一条件结构中,以过去时 εἰ ... ἐγνώκεσαν(“即使先知们不通晓这些技艺……”)引导的从句,被主句中由 ἀλλ’ ... γε 引出的现在直陈式(ἀλλ’ ὁ νοῦς γε ... ἀπαιτεῖ,“然而圣灵的心意却要求……”)所对应。这种转折肯定了从句的假设,同时确立了当前的现实需求;主句的主语是 ὁ νοῦς,分词 λαλούμενος 与其保持性数格一致。

  5. 1.9.45τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας

    带冠词的属格不定式(τοῦ + 不定式),修饰前置的名词 βουλήσει καὶ γνώσει,表示目的或同格说明(“以便回答……的知识”),源自七十士译本《箴言》22:20-21的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.9.43-1.9.45