← 亚历山太的革利免

杂记

§1.10.46-1.10.49

言行的一致与不加修饰的真理传达

作者结合救主擘饼与领受道的话题,阐明言行一致以及依各自天资各尽其能的重要性。随后,他援引多处古典文献,斥责华而不实的辞藻与诡辩争论之术,主张致力于朴实无华地传达真理实质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.46

Διὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες πολιτευσώμεθα καθ’ ὑπακοήν. καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (ἡ γὰρ διαβολὴ ξίφους διάκονος, καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί· ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ ἀγαθῷ κεχρημένοι συνεγγίζουσι τοῖς τὰ καλὰ τῶν ἔργων ἐπιτελοῦσιν. ἀνακτᾶται γοῦν καὶ ὁ λόγος τὴν ψυχὴν καὶ ἐπὶ καλοκἀγαθίαν προτρέπει· μακάριος δὲ ὁ περιδέξιος. οὔτ’ οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν ἐπιτηδείου· πρὸς δὲ ὃ ἑκάτερος πέφυκεν ἐνεργούντων.1 ὃ δ’ οὖν τὸ ἔργον δείκνυσιν, τοῦτο ἅτερος λαλεῖ, οἷον ἑτοιμάζων τῇ εὐποιίᾳ τὴν ὁδὸν καὶ ἐπὶ τὴν εὐεργεσίαν ἄγων τοὺς ἀκούοντας. ἔστι γὰρ καὶ σωτήριος λόγος ὡς καὶ ἔργον σωτήριον. ἡ δικαιοσύνη γοῦν οὐ χωρὶς λόγου συνίσταται.

因此,救主拿起饼,首先说话并献上感谢;随后擘开饼摆在面前,好叫我们合理地吃,并且在充分认识经书之后顺服行事。正如使用恶言的人与行恶事的人毫无分别(因为诽谤是刀剑的仆役,亵渎生出悲哀,由此产生生命的倾覆;这些乃是恶言的作为),同样,使用善言的人也与践行美善之行的人相近。言语确实能唤醒灵魂,并激励人迈向崇高美德;双手兼利的人是有福的。因此,行善之人不可被能言善辩之人诋毁,而能言善辩之人亦不当被宜于行善之人责难;各人应当针对其天性所适之事而行动。总之,行为所显明之事,另一者便以言语述说,好比为行善预备道路,并引导听众走向施恩。因为既有救赎的言语,亦有救赎的作为。公义无论如何不能离开理性而确立。

§1.10.47

ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων.2 νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων. τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι καὶ κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ’ ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο. παντὸς γὰρ μᾶλλον ἀληθὴς ὁ ψαλμὸς ἐκεῖνος· ὁ δίκαιος ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας. τίνας δὴ σοφοὺς λέγει; ἄκουσον ἐκ τῆς σοφίας Ἰησοῦ· οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη. ταύτην δὴ λέγει, ἥν ἐπενόησαν τέχναι λεκτικαί τε καὶ διαλεκτικαί. ζητήσεις οὖν σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις. κἂν πύθῃ πάλιν· ποίαν ταύτην; στόμα δικαίου φήσει σοι ἀποστάξει σοφίαν. σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ σοφιστικὴ λέγεται τέχνη.

但正如若去掉行善,领受恩惠亦被剥夺,同样,若不同时接纳诫命以及阐明诫命之人,顺服与信仰便归于废弃。然而如今,为了彼此的益处,我们在言语和行为上皆充裕丰富。另一方面,必须彻底摒弃争辩之术与智者之术,因为智者自身的词句不仅蛊惑并蒙骗众人,有时更是凭借强力而赢得了卡德摩斯式的胜利。那篇诗篇远比一切更为真实:“义人必活到永远,因为当他看见智慧人死去时,他必不见朽坏。”这里究竟指怎样的智慧人呢?请听从《耶稣的智慧》:“恶事的知识并非智慧。”经上所指的正是这种由修辞术和辩证术所虚构出来的智慧。“因此,你在恶人中间寻找智慧,必寻不见。”若你再问:“这是怎样的智慧?”经上必告诉你:“义人的口流出智慧。”然而智者之术只是在同名异义的意义上与真理同被称为智慧。

§1.10.48

ἐμοὶ δὲ εἰκότως, οἶμαι, πρόκειται βιοῦν μὲν κατὰ τὸν λόγον καὶ νοεῖν τὰ σημαινόμενα, εὐγλωττίαν δὲ μή ποτε ζηλοῦντα ἀρκεῖσθαι μόνῳ τῷ αἰνίξασθαι τὸ νοούμενον. ὁποίῳ δὲ ὀνόματι δηλοῦται τοῦτο ὅπερ παραστῆσαι βούλομαι, οὐθέν μοι μέλει. σωθῆναι γὰρ εὖ οἶδ’ ὅτι καὶ συνάρασθαι τοῖς σῴζεσθαι γλιχομένοις βέλτιστόν ἐστιν, οὐχὶ συνθεῖναι τὰ λεξείδια καθάπερ τὰ κόσμια. κἂν φυλάξῃς, φησὶν ὁ Πυθαγόρειος ἐν τῷ Πλάτωνος Πολιτικῷ, τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς γῆρας ἀναφανήσῃ φρονήσεως. καὶ ἔν γε τῷ Θεαιτήτῳ εὕροις ἂν πάλιν· τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ δι’ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστιν δ’ ὅτε ἀναγκαῖον. ταῦτα ὡς ἔνι μάλιστα διὰ βραχέων ἐξήνεγκεν ἡ γραφή, μὴ πολὺς ἐν ῥήμασι γίνου λέγουσα· ἡ μὲν γὰρ λέξις οἷον ἐσθὴς ἐπὶ σώματος, τὰ δὲ πράγματα σάρκες εἰσὶ καὶ νεῦρα. οὐ χρὴ τοίνυν τῆς ἐσθῆτος πρὸ τῆς τοῦ σώματος σωτηρίας κήδεσθαι. εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττόν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ,3 εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη. Μούσας Σειρήνων ἡδίους ἡγεῖσθαι Πυθαγόρας παραινεῖ, τὰς σοφίας ἀσκεῖν μὴ μετὰ ἡδονῆς διδάσκων, ἀπατηλὸν δὲ τὴν ἄλλην διελέγχων ψυχαγωγίαν. Σειρῆνας δὲ παραπλεύσας εἷς ἀρκεῖ, καὶ τῇ Σφιγγὶ ἀποκρινάμενος ἄλλος εἷς, εἰ δὲ βούλεσθε μηδὲ εἷς.

就我而言,我认为理所当然的目标是依循理性生活并理解所指之意,绝不欣羡口才,而仅以暗示所思之意为满足。我所欲陈明的事究竟由怎样的词语表达,于我毫不在意。因为我深知,得救以及扶助渴望得救的人乃是至善之事,而非如罗列饰物一般拼凑辞藻。正如柏拉图《政治家》中的毕达哥拉斯主义者所说:“你若留意不在名称上过分较真,到了老年必显出更为丰盛的明智。”在《泰阿泰德》中你亦可再次读到:“在词句上随性而不作严密追究,在多数情况下并非卑劣,反倒与此相反的做派是不够豁达的;然而有时严密亦是必需的。”经书极尽简短地表达了这些意思,说:“不可多言”;因为辞句好比身体上的衣裳,而实质则是肌肉与筋腱。因此不可将衣裳置于身体的拯救之前去关照。凡选取真正生命的人,不仅应当操练朴素的生活方式,亦当操练不冗赘、不猎奇的言语,只要我们把奢华视作欺瞒与挥霍而加以弃绝,正如古斯巴达人弃绝香膏与紫袍那样,正当地认定并称呼服饰是欺瞒、膏油是欺瞒;因为正如调味品多于滋养成分的食物烹饪法并不美善一样,那更能取悦而非造就听众的言辞运用亦非佳妙。毕达哥拉斯劝诫人们认为缪斯比塞壬更为甘美,教导人操练不带享乐的智慧,并驳斥其余蛊惑心灵之术为虚妄欺瞒。有一人驶过塞壬便已足够,另有一人回答了斯芬克斯亦已足够,若你们愿意,甚至连一人也没有亦无妨。

§1.10.49

οὔκουν πλατύνειν τὰ φυλακτήρια χρή ποτε κενοδοξίαν ζηλοῦντας, ἀρκεῖ τῷ γνωστικῷ κἂν εἷς μόνος ἀκροατὴς εὑρεθῇ. ἔστι γοῦν ἀκοῦσαι καὶ Πινδάρου τοῦ Βοιωτίου γράφοντος· "μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀρχαῖον λόγον· ἔσθ’ ὅτε πιστόταται σιγᾶς ὁδοί, κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος." διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν μὴ λογομαχεῖν τε δι’ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι. ἐπὶ πλεῖον γὰρ προκόπτουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.

因此,绝不可追求虚荣而“加宽经文皮带”,对通达真知者而言,即便只寻得一位听众也已足够。人们无论如何亦能听闻玻俄提亚的品达写道:“不可向所有人吐露古老的言语;有时沉默之道最为可靠,而占上风的言语反成为争战的刺棒。”因此,福乐的使徒极为坚决地劝勉我们:“不可为无益之事争辩言辞,以致败坏听众,总要规避世俗的空谈;因为他们进而达到更不敬虔的地步,他们的话必如坏疽蔓延。”

语法注3 条
  1. 1.10.46πρὸς δὲ ὃ ἑκάτερος πέφυκεν ἐνεργούντων

    ἐνεργούντων 在词形上虽可视为省略了逻辑主语的属格独立结构中的现在分词,但此处更自然地理解为第三人称复数现在时主动语态命令语气(阿提卡式词形),意即“让各人针对各自天性所适合的事而行”。

  2. 1.10.47μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων

    由 μήτε... μήτε 引导的属格独立结构。否定词 μή 表明其充当条件从句的功能(“若不同时接纳诫命以及阐明诫命之人”),与前文的条件句 ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν 形成呼应。

  3. 1.10.48τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ

    作动词性形容词 ἀσκητέον(“必须操练”)的行为者与格(dative of agent)。中动形完成时分词 ἐπανῃρημένῳ 带宾格补足语 τὸν ἀληθῆ βίον,意为“对于为自己选取了真正生命的人而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.10.46-1.10.49