← 亚历山太的革利免

杂记

§1.8.39-1.8.42

智者术之虚妄与真理之追求

作者批判了智者之术与好辩的辩证法之虚妄欺瞒,并引述使徒保罗、欧里庇得斯与柏拉图的言论,力陈唯有健全的真理与理性才值得信从。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.39

Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν·1 παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητορικήν, πρὸς τὸ ἀγωνιστικὸν δὲ τὴν ἐριστικήν, αἱ τοίνυν τέχναι αὗται ἐὰν μὴ μετὰ φιλοσοφίας γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν. ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν. ἐν βραχεῖ δὲ εἰπεῖν, καθάπερ τῆς ῥητορικῆς ἀρχὴ μὲν τὸ πιθανόν, ἔργον δὲ τὸ ἐπιχείρημα καὶ τέλος ἡ πειθώ. οὕτω τῆς ἐριστικῆς ἀρχὴ μὲν τὸ δόξαν, ἔργον δὲ τὸ ἀγώνισμα καὶ τέλος ἡ νίκη. τὸν αὐτὸν τρόπον καὶ τῆς σοφιστικῆς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικόν, τὸ δὲ ἐκ διαλεκτικῆς ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις. ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεως· οὐδαμοῦ δ’ ἐν τούτοις ἡ ἀλήθεια.

希腊人所热衷的智者之术是一种制造幻象的能耐,通过言辞将虚假的意见当作真理灌输于人;因为它为说服提供了修辞术,为抗辩提供了争辩术。因此,这些技艺若不与哲学相结合,对任何人来说都将是极其有害的。柏拉图就直斥智者之术为恶巧之术,亚里士多德亦步其后尘,判定它是一种剽窃术,因为它似是而非地窃取了智慧的全部功用,并妄称自己拥有未曾操练的智慧。简而言之:正如修辞术的始基是可信性,其功能是立论推演,其终极目的是说服;正如争辩术的始基是通见,其功能是争辩,其终极目的是取胜;同样,智者之术的始基是表象,其功能是双重的——其一来自修辞术的详述,其二来自辩证法的诘问——而其终极目的则是使人惊骇震慑。而在讲堂中传颂的辩证法,亦被表明不过是哲学家为了抗辩能力而围绕著名意见所作的操练;在这当中绝无真理可言。

§1.8.40

εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί. διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας. ὁρᾷς ὅπως πρὸς αὐτοὺς κεκίνηται, νόσον ὀνομάζων τὴν λογικὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ σεμνύνονται οἷς φίλη ἡ στωμύλος αὕτη κακοτεχνία, εἴτε Ἕλληνες εἶεν εἴτε καὶ βάρβαροι σοφισταί. παγκάλως οὖν ὁ τραγικὸς Εὐριπίδης ἐν ταῖς Φοινίσσαις λέγει· "ὁ δὲ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν." ὑγιαίνων μὲν γὰρ ὁ σωτήριος εἴρηται λόγος αὐτὸς ὢν ἀλήθεια. καὶ τὸ ὑγιαῖνον αἰεὶ ἀθάνατον μένει, ἡ δὲ ἀπὸ τοῦ ὑγιεινοῦ τε καὶ θείου διάκρισις ἀθεότης τε καὶ πάθος θανατηφόρον. λύκοι οὗτοι ἅρπαγες προβάτων κῳδίοις ἐγκεκρυμμένοι, ἀνδραποδισταί τε καὶ ψυχαγωγοὶ εὔγλωσσοι, κλέπτοντες μὲν ἀφανῶς, διελεγχόμενοι δὲ λῃσταί, αἱρεῖν ἀγωνιζόμενοι καὶ δόλῳ καὶ βίᾳ ἡμᾶς δὴ τοὺς ἀπερίττους, ὡς ἂν εἰπεῖν ἀδυνατωτέρους.

因此,高贵的使徒贬抑这些多余的言辞技艺,理所当然地说道:“若有人不附从健全的话语,反而因某种说教而自高自大,毫无所知,专好问难和言词的争辩,由此便生出纷争、嫉妒、毁谤、恶意的猜疑,以及心思败坏、丧失真理之人的不断摩擦。”你当看出他是如何针对他们的,竟将他们的逻辑技艺称为疾病;而无论是希腊智者还是外邦智者,凡钟爱这种巧言恶术的人,皆以此技艺自夸。因此悲剧诗人欧里庇得斯在《腓尼基妇女》中极为精妙地说道: “不义之言本身既有病,便需用巧妙的药石。” 因为那带来拯救的话语被称为健全的,它本身就是真理。健全之物始终保持不朽,而背离健全与神圣,便是无神与致命的疾患。这些人是披着羊皮的残暴恶狼,是贩卖人口者和能言善辩的灵魂诱骗者;他们暗中偷盗,一旦被揭穿便是强盗,竭力用诡计和暴力俘获我们这些质朴的、或者说是更无力的人。

§1.8.41

" ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει. νῦν δ’ εὐρόοισι στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν." ἡ τραγῳδία λέγει. τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ πανουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον. εἰσὶ γάρ, φησί, πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, φρεναπατοῦντες. οὔκουν οὐ πᾶσιν εἴρηται·2 ὑμεῖς ἐστε οἱ ἅλες τῆς γῆς. εἰσὶ γάρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν δέονται ἐγὼ γοῦν καὶ πάνυ ἀποδέχομαι τὴν τραγῳδίαν λέγουσαν· "ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δὲ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλὰ γὰρ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε." οὔποτε ἄρα ὀρεκτέον τοῖς πολλοῖς ἀρέσκειν. ἃ μὲν γὰρ ἐκείνους ἥδει, οὐκ ἀσκοῦμεν ἡμεῖς· ἃ δὲ ἡμεῖς ἴσμεν, μακράν ἐστι τῆς ἐκείνων διαθέσεως. μὴ γινώμεθα κενόδοξοι, φησὶν ὁ ἀπόστολος, ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες.

“一个因拙于言辞而常被压制的人,纵然说的是公义之理,也敌不过能言善辩之辈。如今他们用滔滔巧舌窃取了最真实的实情,致使应当被认同的事反倒不被认同,”悲剧如是说。这些好争辩的人正是如此,无论他们是投身于宗派,还是共同操练辩证的雕虫小技;他们就是经上所说的“拆除织机经线却一无所织的人”,汲汲于虚妄的徒劳;使徒将这劳苦称为“人的欺骗”与“诡计”,适于施行引人入迷途的骗术。 因为他说:“有许多人不服约束,说虚妄的话,欺骗人心。” 因此,并不是对所有人说了:“你们是地上的盐。”因为即便在那些听过圣言的人当中,也有人如同海里的鱼,它们虽然生来就在盐水中滋养,但在烹调时却仍需要盐。我因此完全赞同悲剧所言: “孩子啊,说得动听的言辞可能是虚假的,并凭着词藻的优美压倒真理;但这并非最精确的实相,本性与正道才是。因口才而取胜的人固然聪明,但我始终认为,事实永远胜于言辞。” 由此可见,绝不可贪求取悦大众;因为能使他们喜悦的事,我们并不操练;而我们所认识的,又远离他们的心性。 使徒说:“不要贪图虚名,彼此惹气,互相嫉妒。”

§1.8.42

ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος ὡς ἐγὼ τοιοῦτος φησίν, ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι,3 ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται. αἰτιᾶται γοῦν τοὺς ἄνευ νοῦ καὶ ἐπιστήμης δόξαις πιστεύοντας, ὡς μὴ προσῆκον ἀφεμένους τοῦ ὀρθοῦ καὶ ὑγιοῦς λόγου τῷ κοινωνοῦντι τοῦ ψεύδους πιστεύειν. τὸ μὲν γὰρ ἐψεῦσθαι τῆς ἀληθείας κακόν ἐστι, τὸ δὲ ἀληθεύειν καὶ τὰ ὄντα δοξάζειν ἀγαθόν. τῶν δὲ ἀγαθῶν ἀκουσίως μὲν στέρονται ἄνθρωποι, στέρονται δὲ ὅμως ἢ κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες καὶ † μὴ πιστεύσαντες. ὁ μὲν † δὴ πιστεύσας ἑκὼν ἤδη † παραναλίσκεται· κλέπτεται δὲ ὁ μεταπεισθεὶς καὶ ὁ ἐκλαθόμενος, ὅτι τῶν μὲν ὁ χρόνος, τῶν δὲ ὁ λόγος ἐξαιρούμενος λανθάνει·4 βιάζεταί τε πολλάκις ὀδύνη τε καὶ ἀλγηδὼν φιλονεικία τε αὖ καὶ θυμὸς μεταδοξάσαι, καὶ ἐπὶ πᾶσι γοητεύονται οἱ ἤτοι ὑφ’ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου δείσαντες· πᾶσαι δὲ ἀκούσιοι τροπαί, καὶ τούτων οὐδὲν ἄν ποτε ἐπιστήμην ἐκβάλοι.

正因如此,热爱真理的柏拉图仿佛受神感召般地说道: “我是这样的人:除了经过我思索后显得最佳的理性之外,我绝不顺从任何别的东西。” 他指责那些没有理智和知识却轻信意见的人,认为放弃端正而健全的理性去相信沾染虚假之物是不应当的。因为被剥夺真理是恶,而讲求真理并对实在之物抱持正确意见则是善。人非出于自愿而丧失善,但往往因被骗窃、被蛊惑、受强迫或不相信而丧失。那自愿轻信的人早已归于毁灭;而被劝诱改变想法或遗忘的人则是被骗窃,因为时间在后者身上、论辩在前者身上不知不觉地夺走了真理;痛苦与哀伤,抑或争胜之心与愤怒,又往往强迫人改变见解;而在这一切之上,凡被快乐所蛊惑或被恐惧所吓倒的人,则是受到了蛊惑。这些全都是非自愿的转变,而这一切绝不能把真知驱逐出去。

语法注4 条
  1. 1.8.39διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν

    动词性形容词 ἐμποιητική 支配宾格性属格 δοξῶν ψευδῶν(虚假的意见)。介词短语 διὰ λόγων 表示手段,而 ὡς ἀληθῶν 则作表语性修饰,意为“如同真理一般”。

  2. 1.8.41οὔκουν οὐ πᾶσιν εἴρηται

    此处的 οὔκουν 表肯定推论(“因此”,通常标重音作 οὐκοῦν),紧接的 οὐ πᾶσιν 构成部分否定,意为“因此并不是对所有人说的”。

  3. 1.8.42ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι

    沿用了柏拉图《克力同篇》46b中的经典句式(τοιοῦτος οἷος... πείθεσθαι)。性质关系代词 ὁποῖος 后接不定式 πείθεσθαι,表示性质与结果,意为“具有只服从理性之性质的人”。

  4. 1.8.42τῶν μὲν ὁ χρόνος, τῶν δὲ ὁ λόγος ἐξαιρούμενος λανθάνει

    动词 λανθάνει 与补充副词性分词 ἐξαιρούμενος 连用,构成惯用结构,意为“在不知不觉中夺走”。属格 τῶν μὲν ... τῶν δὲ 为分离属格,指被夺走真理的群体(“从一些人身上……从另一些人身上……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.8.39-1.8.42