- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.7.37-1.7.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出希腊的预备教育与哲学虽非根本目的,却同为上帝所赐,真正的哲学乃是各流派契合真理与敬虔之教训的萃取。进而论述无信仰的善行与推测不足以使人称义得救,唯有藉着基督这扇真正的公义之门所获得的信仰与真知才是根本。
Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον,1 ἀλλ’ ὅν τρόπον οἱ ὑετοὶ καταρρήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπρίαν καὶ ἐπὶ τὰ δώματα. βλαστάνει δ’ ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλ’ οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν2 ἤτοι ξηρανθέντα ἢ ἀποτιλθέντα. καὶ δὴ κἀνταῦθα χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ’ ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσι διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα· τῆς αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτά τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων φύσιν καὶ τροφήν. ὡσαύτως δὲ οὐχ ἡ ποιμενικὴ μόνη, ἀλλὰ καὶ ἡ βουκολικὴ ἱπποτροφική τε καὶ κυνοτροφικὴ καὶ μελισσουργικὴ τέχναι πᾶσαι, συνελόντι δ’ εἰπεῖν ἀγελοκομική τε καὶ ζῳοτροφικὴ ἀλλήλων μὲν τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, πλὴν αἱ πᾶσαι βιωφελεῖς. φιλοσοφίαν δὲ οὐ τὴν Στωικὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ’ ὅσα εἴρηται παρ’ ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί.3 ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμ’ ἄν.
由此显而易见,希腊的预备教育连同哲学本身,皆是从上帝降临至人间,并非作为首要目的,而是正如雨水倾泻在良田、粪堆和屋顶上一样。草与麦同样发芽,无花果树及某些更为顽强的树木也生长在坟墓之上;这些生长之物作为真实之物的象征破土而出,因为它们享受了雨水的同样效能,但它们或是枯萎,或是被连根拔起,并未获得与那些生长在肥沃土地之物相同的恩泽。在此,主所阐明的那撒种的比喻确实大有用处。因为在人群的大地上耕作的农夫只有一位,他自创世以来便从上头播撒滋养的种子,在每一个合宜的季节降下主之圣言作为甘霖;而领受的季节与场所产生了差异。再者,农夫不仅播撒小麦(尽管小麦本身也有诸多品种),还播撒其他种子:大麦、蚕豆、豌豆、野豌豆,以及蔬菜的种子和花卉的种子;苗圃本身的栽培、果园、应季之物,以及总括各种树木的生长与滋养的植树术,同样属于这一农耕术。同样,不仅牧羊之术,而且牧牛、育马、育犬和养蜂等所有技艺,简言之,牧群管理与动物饲养的诸般技艺,彼此之间虽有程度高下之分,但全都有益于生活。我所谓的哲学,并不是指斯多亚派、柏拉图派、伊壁鸠鲁派或亚里士多德派的学说,而是指在这些流派的每一个之中凡被正确言说、并以敬虔的知识教导公义的一切;这整个选粹,我称之为哲学。至于他们出于人类思辨而割裂并伪造的那些部分,我绝不会称之为神圣的。
Ἤδη δὲ κἀκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἱ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς † εὖ ποιεῖν· εὐποιίᾳ γὰρ περιπεπτώκασιν, ἔνιοι δὲ καὶ εὐστοχοῦσι διὰ συνέσεως εἰς τὸν περὶ ἀληθείας λόγον, Ἀβραὰμ δὲ οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀλλ’ ἐκ πίστεως. οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν ἔχοιεν. διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί ποτε αὐτούς, οἵους τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρ’ ἡμῖν, ἢν μόνον ἐθελήσωσιν. ἄλλως τις περὶ ἀληθείας λέγει, ἄλλως ἡ ἀλήθεια ἑαυτὴν ἑρμηνεύει. ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια, ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν, καὶ ἣ μὲν μαθήσει καὶ ἀσκήσει περιγίνεται, ἣ δὲ4 δυνάμει καὶ πίστει. δωρεὰ γὰρ ἡ διδασκαλία τῆς θεοσεβείας, χάρις δὲ ἡ πίστις. ποιοῦντες γὰρ τὸ θέλημα τοῦ θεοῦ τὸ θέλημα γινώσκομεν. ἀνοίξατε οὖν, φησὶν ἡ γραφή, πύλας δικαιοσύνης, ἵνα ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ. ἀλλ’ αἱ μὲν εἰς δικαιοσύνην ὁδοί, πολυτρόπως σῴζοντος τοῦ θεοῦ (ἀγαθὸς γάρ), πολλαί τε καὶ ποικίλαι καὶ φέρουσαι εἰς τὴν κυρίαν ὁδόν τε καὶ πύλην. ἐὰν δὲ τὴν βασιλικήν τε καὶ αὐθεντικὴν εἴσοδον ζητῇς, ἀκούσῃ· αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι γνωστικῇ. αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορὰς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμων· ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις.
如今让我们也思考这一点:即使那些缺乏真知的人看似过着体面的生活,他们也不过是偶然行了善事;即使某些人凭着悟性准确道出了关于真理的言论,然而“亚伯拉罕并不是因行为称义,而是因信称义”。因此,如果他们没有信仰,即便他们如今多行善事,在生命终结之后也对他们毫无益处。圣经正是为此被翻译成了希腊人的语言,免得他们日后能以无知为借口推脱,因为只要他们愿意,他们完全能够聆听我们这里所有的教导。人谈论真理是一回事,真理自我阐明则是另一回事。对真理的推测是一回事,真理本身是另一回事;摹象是一回事,实在本身又是另一回事;前者经由学习与操练而获得,后者则经由大能与信仰而成就。因为敬虔的教导是一项恩赐,而信仰则是恩典;因为遵行上帝的旨意,我们便晓得这旨意。因此经上说:“打开公义的门,好让我进入其中向主称谢。”然而,通向公义的道路繁多而各异,因为上帝以多种方式施行拯救(因他是良善的),并且这些道路都引向那根本的道路与门户;但你若寻求那王道而本真的入口,你就会听见:“这是主的门,义人都要进入其中。”因此,在许多敞开的门中,这处于公义之中的门是在基督里,凡进入其中并在属灵认知的圣洁中端正自己步履的人,都是有福的。例如,克莱门在《致哥林多人书》中阐述教会中合格之人的差异时,逐字说道:“任凭一人有忠心,任凭一人能阐明知识,任凭一人善于明辨言论,任凭一人在行为上敏捷果敢。”
- 1.7.37οὐ κατὰ προηγούμενον
作副词短语,意为“并非作为首要目的”或“并非按原初意图”。与后文雨水不仅降在良田、也倾泻在屋顶与粪堆上的比喻形成对比,说明哲学作为从属或派生的恩赐被上帝赐予人类。
- 1.7.37ἀλλ’ οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν
与格短语 τοῖς ἐν τῷ πίονι φυεῖσιν 是由 τὴν αὐτήν 所要求的比较或关联与格,意为“与那些生长在肥沃土地之物相同的(恩泽)”。句子主语仍为 τὰ φυόμενα,后续的中性复数主格分词 ξηρανθέντα ἢ ἀποτιλθέντα 则补充说明其结果或附带状态。
- 1.7.37τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί
双宾格结构(二重对格)。τοῦτο σύμπαν τὸ ἐκλεκτικόν 为直接宾语(“这整个选粹”),φιλοσοφίαν 为宾语补足语(谓语对格,“[称之为]哲学”)。代词 τοῦτο 统摄复指了前文的关系从句 ὅσα εἴρηται...。
- 1.7.38ἣ μὲν ... ἣ δὲ ...
冠词作代词的用法(ἣ μὲν ... ἣ δὲ ...)。承接前文的两组对比——ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια(“推测与真理”)以及 ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν(“摹象与实在本身”)。ἣ μὲν 指代前者(女性名词 ὁμοίωσις 或指代推测性认识),ἣ δὲ 则指代后者(ἡ ἀλήθεια)。
