- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.6.33-1.6.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了藉由论证性思考来操练灵魂以及天赋与教育的关系,主张唯有通过学习与训练对智识加以陶冶,而非单凭天资,才能真正达至德性并理解信仰。
πολλὰ δ’ ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ’ ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖς καὶ πηλίκοις καὶ λεκτοῖς θεωρουμένη. ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ’ ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δἰ ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν οὐκ ἐᾷ. ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δή ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ. τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. διὸ καί φησιν· ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος, ὃς πολλὴν καὶ παντοδαπὴν ἐν τῷ ἀμήτῳ παρατίθεται πρὸς τὴν τοῦ χειμῶνος ἀπειλὴν τὴν τροφήν, ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστί· καὶ αὐτὴ γὰρ πάντα τὸν λειμῶνα ἐπινεμομένη ἓν κηρίον γεννᾷ.
然而,藉由预备训练而具备的准备,对洞察应做之事大有裨益。对于理智而言,训练乃是针对可理解之物。这些事物的本性是三重性的,体现在量、尺度和言说之中。因为源于论证的推理将确切的信念注入听从者的灵魂,以至于他不认为被论证之事会是另一种形态,也不会任由我们屈服于那些以诡诈暗中侵害我们的人。因此,在这些学科中,灵魂得以从感官之物中净化出来并被重新点燃,以便最终能够看清真理。 因为良好的滋养与得以维系的良好教育能塑造优良的天性,而秉持如此教育的优良天性,无论在其他方面还是在繁育后代上,都比先前的天性成长得更为卓越,就如同在其他动物中一样。 因此经上也说: “懒惰人哪,你去察看蚂蚁,并要比它更有智慧; 它在收割时储备丰富多样的食物,以防冬日的威胁; 或者,你去察看蜜蜂,学习她是何等勤劳的工匠; 因为她同样采遍整个草场,酿成一整块蜂巢。”
Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία. ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται. ὁρῶμεν γοῦν κοινῶς οἱ πάντες τὴν ἄμπελον καὶ τὸν ἵππον, ἀλλ’ ὁ μὲν γεωργὸς εἴσεται, εἰ ἀγαθὴ πρὸς καρποφορίαν ἢ κακὴ ἡ ἄμπελος, καὶ ὁ ἱππικὸς ἄθυμον ἢ ταχὺν διακρινεῖ ῥᾳδίως. τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν1 ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ’ ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν.
如果你按照主的教导,在内室里祈祷,用心灵敬拜,那么这治理便不再仅仅关涉家庭,而且关涉灵魂:应当给它提供什么食粮,如何提供,提供多少;应当在它里面存留和积蓄什么,何时应当拿出来,又当拿给谁。因为人们成为良善卓越之人,并非出于天性,而是出于学习,正如医师与舵手一样。无论如何,我们所有人都共同看到葡萄树与马匹,但农夫能知晓这葡萄树在结果上是好是坏,骑手也能轻易分辨马匹是迟钝还是敏捷。某人比他人更具有追求德性的优良天性,仅表明那些生具此种天性者相比于其他人具有某些倾向,却绝不能向生性更佳者归以德性上的完全;因为即使那些生性不利于德性之人,若获得了合宜的教育,通常也能达成良善卓越;反之,那些天资适宜之人因疏忽也会沦为恶人。但另一方面,上帝创造我们时,赋予了我们好交往与公义的本性。
ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον, ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον. ἀλλὰ καθάπερ καὶ ἄνευ γραμμάτων πιστὸν εἶναι δυνατόν φαμεν, οὕτως συνιέναι τὰ ἐν τῇ πίστει λεγόμενα οὐχ οἷόν τε μὴ μαθόντα ὁμολογοῦμεν. τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ’ ἡ περὶ τὴν μάθησιν πίστις ἐμποιεῖ. εἰ δ’ ἡ ἄγνοια ἀπαιδευσία τε ἅμα καὶ ἀμαθία, τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία. ἀλλ’ ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν,2 πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ τὰ αἰσθητήρια συγγεγυμνασμένοις. μῖσος μὲν γάρ φησὶν ὁ Σολομών, ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία, ὡς μὴ ἀπατηθῆναι, ὡς μὴ κλαπῆναι πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων. παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, φησίν, καὶ χρὴ μετεῖναι τὸ ἐλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν.
由此,不可说公义仅仅出于人为设立,而应当理解为创世的良善藉由诫命被重新激发,使灵魂经由学习的受训而愿意拣选最美好的事物。然而,正如我们说即使不识文字也能有信仰一样,我们也承认,不学习便无法理解信仰中所说之事。因为接纳正确的言说,拒斥相悖的事物,并非由单纯的信仰产生,而是由关涉学习的信仰所促成。如果无知既是缺乏教育又是缺乏知识,那么教学便将神圣与属人之事的知识赋予人。但正如在生活的贫困中可以正当度日,在富足中亦能如此生活,我们同样承认,若有预备教育相随,人便能更加容易、更加迅速地追求德性,尽管德性并非没有这些就不可捕获——只不过即便在那种情况下,也唯有对那些已然受教且感官得到充分操练的人而言才是可获得的。 因为所罗门说: “恨能挑启争端,管教却谨守生命的道,”免得受骗,免得被那些为了听者的损害而习练邪术的人所劫夺。 “未经审察的管教会走偏,”他说;因此必须掌握反驳的方法,以便击碎诡辩家们的欺罔之见。
Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῷ περὶ βασιλείας γράφει· πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελέει μὲν τὸν δεξιὸν ὄντα, βλάπτει δὲ τὸν ῥηιδίως φωνέοντα πᾶν ἔπος καὶ ἐν παντὶ δήμῳ. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. ὅσοι δὲ καὶ θύρησιν ἀείδουσιν, κἤν πῃ † πεπνυμένην ἀείδωσιν, οὐ † τιθέμενοι ἐν σοφίῃ, γνώμην δ’ ἔχουσι μωρίης. καὶ Ἡσίοδος· "Μουσάων, αἵτ’ ἄνδρα πολυφραδέοντα τιθεῖσι θέσπιον, αὐδήεντα·" εὔπορον μὲν γὰρ ἐν λόγοις τὸν πολυφράδμονα λέγει, δεινὸν δὲ τὸν αὐδήεντα, καὶ θέσπιον τὸν ἔμπειρον καὶ φιλόσοφον καὶ τῆς ἀληθείας ἐπιστήμονα.
确实,幸福学派的阿那克萨库斯在《论王权》中也写得极好: “博学大有益处,却也大有害于拥有它的人:对敏捷者有益,对轻率地在所有民众面前吐露每一句话的人有害。人必须懂得适时的尺度,因为这就是智慧的界限。凡是在门外歌唱的人,即便在某处唱出明智的歌曲,也未被列于智慧之中,反而怀着愚昧的心思。” 赫西俄德也说: “缪斯们,正是她们使多言之人成为神圣而发声清晰的;”因为他把在言辞上丰富的人称为多言者,把善于言谈的人称为发声清晰者,把经验丰富、爱好智慧且通晓真理的人称为神圣者。
- 1.6.34τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν
句首带冠词的不定式短语“τὸ ... εὖ πεφυκέναι”作主语。“ἄλλους παρ’ ἄλλους”表示比较(“某些人相比于其他人”或“彼此参差”)。谓语动词为后面的“ἐνδείκνυται”与“κατηγορεῖ”;其中“κατηγορεῖ”支配属格短语“τῶν ἄμεινον φύντων”,为哲学与逻辑学用法,意为“(在主词上)陈述/断言”。
- 1.6.35θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν
由“ὁμολογοῦμεν”支配的“宾格加不定式”结构。不定式“θηρᾶσαι”与小品词“ἄν”连用表示潜在或可能性(“某人或许能够捕获”),不定代词“τινα”为其逻辑主语。分词“οὖσαν”与宾语“τὴν ἀρετήν”保持性数格一致,整个短语“οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν”带有让步意味(“尽管德性并非没有这些就不可企及”)。
