← 亚历山太的革利免

杂记

§1.5.30-1.5.32

撒拉与夏甲的寓意及通识学科与哲学的位阶

克莱门特藉由撒拉与夏甲以及三位先祖(学习、天性、操练)的寓意解经,论证通识学科辅助哲学、哲学服务于真智慧的层级关系,从而界定了属世学问作为信仰预备教育的功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.30

Ἀλλ’ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται πρὸς φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ. ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις σοφίας, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας. εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν δἰ αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα. εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο. τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδε· Σάρρα στεῖρα ἦν πάλαι, Ἀβραὰμ δὲ γυνή. μὴ τίκτουσα ἡ Σάρρα τὴν ἑαυτῆς παιδίσκην ὀνόματι Ἄγαρ τὴν Αἰγυπτίαν εἰς παιδοποιίαν ἐπιτρέπει τῷ Ἀβραάμ. ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.

然而,正如通识课程有助于其女主人哲学一样,哲学本身亦有助于获取智慧。因为哲学乃是对智慧的研习,而智慧则是关于神圣与属人之事及其原因的知识。因此,智慧统辖哲学,正如哲学统辖预备教育一样。因为哲学若宣称要克制言语、口腹以及腹部以下的情欲,并且因其自身就值得拣选,那么若为了上帝的荣耀与知识而研求之,它必将显得更为庄严和尊贵。 经文将藉由以下事件为上述论点提供见证:从前撒拉是不生育的,但她是亚伯拉罕的妻子。撒拉因未生育,便将自己名为夏甲的埃及女仆交给亚伯拉罕,以繁衍子嗣。因此,与忠信者同住的智慧(亚伯拉罕被算为忠信且公义之人),在那个时代仍是不育且无子的,尚未为亚伯拉罕生下任何有德行的果实;但她合情合理地要求那个已然迎来进取时机的人,先与属世的教育同寝(埃及被寓指为现世),随后在神圣天意之下再与她亲近,从而生出以撒。

§1.5.31

ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν), τὴν Σάραν δὲ ἀρχήν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφ’ ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ αὐτομαθὲς ἐνδείκνυται· διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος1 (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός. εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν.2 ἔχοις δ’ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν, σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.

斐洛将夏甲解释为“寄居”(因为正是在此意义上经上说:“不可与外邦女子过于亲密”),将撒拉解释为“我的主权”。因此,人在接受了预备教育之后,便有可能迈向最为首要的智慧,以色列民族正是从这智慧中繁衍壮大。由此显明,亚伯拉罕所追求的智慧是可以习得的,他从对天象的观照,进阶到合乎上帝的信仰与公义。另一方面,以撒则表明了无师自通(天性自得),因此他也被发现是基督的预表。他是单一妻子利百加的丈夫,利百加被释义为“坚忍”。然而雅各据说与较多女子结合,因他被解释为“操练者”(操练乃是藉由众多且各异的教规而成的);因此,他作为富有阅历且善于操练之人,又作为真正具洞察力的人,被改名为“以色列”。此外,藉由这三位先祖或许还指明了另一层含义:即知识的至高印记是由天性、学习和操练三者构成的。对于上述道理,你还可以找到另一个象征形象,即坐在岔路口、显出娼妓模样的他玛;渴望求知的犹大(被释义为“有力者”)从不放过任何未加察验和审视的事物,因而察验了她,并“转向了她”,同时却保全了向上帝的认信。

§1.5.32

διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί, δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. καὶ ἐκάκωσεν αὐτὴν Σάρρα ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατ’ ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται. Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἣν εὑρόντες,3 μᾶλλον δὲ εἰληφότες παρ’ αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται.

正因如此,当撒拉嫉妒夏甲博得更多宠幸时,亚伯拉罕作为只从属世哲学中撷取有用之物的人,也说: “看哪,使女在你手里,凭你的看为好待她吧”,借此表明:“我固然接纳属世的教育,既视其为后辈,又视其为你的侍女;但我尊奉并敬畏你那作为完美女主人的真知识。” “于是撒拉苦待她”,这等同于说使她知节制并训诫了她。因此经上说得好: “我儿,不可轻看上帝的管教,被祂责备的时候也不可灰心;因为主所爱的,祂必管教,又鞭打凡所收纳的儿子。” 然而,上述经文若在其他语境下加以考察,则显出揭示了其他奥秘。 因此,我们在此用平实的话说:哲学包含着对真理与万物本性的探求(此真理正是主亲自说“我就是真理”的那真理);而为了在基督里得享安息的预备教育,则锻炼心灵并唤醒悟性,藉由真正的哲学产生探求的敏锐;这敏锐正是那些领受秘传者从真理本身那里寻得、或者说接受过来而拥有的。

语法注3 条
  1. 1.5.31ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος

    此处为 ὡς ἄν 搭配分词 ἑρμηνευόμενος 的结构,表达寓意解经上的主观理由或设定(“因他被解释为操练者”)。后文的 ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός 亦采用了相同的呼应结构。

  2. 1.5.31κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν

    此宾格不定式短语作同位语,用于阐释前句 εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον(“或许还指明了另一层含义”)的具体内容。其中形容词 κυρίαν 处于表语位置,修饰宾格主语 τὴν σφραγῖδα(“印记”)。

  3. 1.5.32ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἣν εὑρόντες

    从语法上看,关系代词 ἣν 的先行词既可能是紧邻的哲学(φιλοσοφίας,阴性属格),也可能是核心名词敏锐(ἀγχίνοιαν,阴性宾格)。就文义逻辑而言,先行词应指代由真哲学所产生的“探求的敏锐(ἀγχίνοια)”,秘传者们所持有并寻得的正属于此。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.5.30-1.5.32