- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.5.28-1.5.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免指出基督降临前的希腊哲学如同犹太律法一样是通向基督的预备教育,并通过诠释经文告诫人们,世俗学问仅为服侍女主人哲学的侍女,绝不可沉湎其中而耗费终生。
Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι’ ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος,1 ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα. πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ θεός, ἀλλὰ τῶν μὲν κατὰ προηγούμενον ὡς τῆς τε διαθήκης τῆς παλαιᾶς καὶ τῆς νέας, τῶν δὲ κατ’ ἐπακολούθημα2 ὡς τῆς φιλοσοφίας. τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας· ἐπαιδαγώγει γὰρ καὶ αὕτη τὸ Ἑλληνικὸν ὡς ὁ νόμος τοὺς Ἑβραίους εἰς Χριστόν. προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ τελειούμενον. αὐτίκα τὴν σοφίαν ὁ Σολομὼν περιχαράκωσον φησίν, καὶ ὑπερυψώσει σε· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε, ἐπεὶ κἂν σὺ τῷ θριγκῷ ὑπεροχυρώσας αὐτὴν διὰ φιλοσοφίας καὶ πολυτελείας ὀρθῆς ἀνεπίβατον τοῖς σοφισταῖς τηρήσαις.3
因此,在主的降临之前,哲学对于希腊人为了称义是必需的,如今对于敬虔而言则变得大有裨益,它为那些藉着论证而收获信仰之人提供了一种预备教育;因为经上说: “你的脚 必不致绊跌”,这是指一个人将美善之事归于神圣天意而言,无论这些事是希腊人的还是我们自己的。因为上帝是一切美善之事的因由,但对某些事物是作为首要目的的因由,如对旧约与新约;对另一些事物则是作为附带结果的因由,如对哲学。或许在当时,在主也召唤希腊人之前,哲学也是作为首要目的被赐予希腊人的;因为哲学同样培育了希腊世界归向基督,正如律法培育希伯来人一样。因此,哲学预先铺平道路,使那将由基督使其成全之人作好准备。譬如,所罗门便说: “当用壁垒环护智慧, 它就必高举你;且必用奢华的冠冕护卫你”,因为你若藉着哲学和适度的丰盛,用护栏将其极力加固,亦能使它免遭诡辩学派的侵犯。
μία μὲν οὖν ἡ τῆς ἀληθείας ὁδός, ἀλλ’ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμὸν ἐκρέουσι τὰ ῥεῖθρα ἄλλα ἄλλοθεν. ἐνθέως οὖν ἄρα εἴρηται· ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους, φησίν, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ τῆς αὐτῆς ἐκβλύζουσαι γῆς. οὐ δὴ μόνον ἑνός τινος δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδούς, μηνύων ὧδέ πως· αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν. εἶεν δ’ ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς. Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; ἠθέλησε μέν, οὐκ ἠδυνήθη δέ· ποσάκις δὲ ἢ ποῦ; δίς, διά τε προφητῶν καὶ διὰ τῆς παρουσίας. πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ ποσάκις ἐνδείκνυται λέξις, καὶ καθ’ ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι, ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην. κἄν τις βιαζόμενος λέγῃ· μὴ πρόσεχε φαύλῃ γυναικί, μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, τὴν Ἑλληνικὴν εἶναι παιδείαν, ἐπακουσάτω τῶν ἑξῆς· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, φησί, φιλοσοφία δὲ οὐ κολακεύει. τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶς· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. μακρὰν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ προῇ ἄλλοις τὴν σὴν ζωήν. καὶ ἐπιμαρτυρεῖ· εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἂν κατατριβῶσί σου σάρκες σώματος. τοῦτο γὰρ τέλος τῆς ἄφρονος ἡδονῆς. καὶ ταῦτα μὲν ταύτῃ· ὁπηνίκα δ’ ἂν φῇ· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν,4 χρῆσθαι μέν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖ· προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα. ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.
因此,真理的道路固然只有一条,但各种溪流却从四面八方汇入其中,宛如汇入永流不息的江河。因此,以下这番话确是受神感召而说的: 他说: “我儿,你要听,要领受我的言语, 使你得着许多生命的道路;因为我教导你智慧的道路,免得那 从同一块土地涌流而出的泉源向你断绝。” 他不仅列举了一个义人的多条得救之道,更列举了许多义人的诸多道路,大略指明道: “义人的路好像明光照耀。” 诫命与预备教育皆可被视为生命的道路与契机。 “耶路撒冷,耶路撒冷啊,我多次愿意聚集你的儿女,好像母鸟聚集雏鸟一样。” 而耶路撒冷按其释义乃是“和平之异象”。 因此,这预言性地表明:那些和平沉思之人,已藉着多种方式被培育以迈向蒙召。那么究竟如何呢?主固然愿意,却未能做到。究竟“多少次”或在何处?乃是两次:藉由众先知,以及藉由祂自身的降临。因此,“多少次”这一措辞指明了智慧的万般多样,且在性质与数量的每一种方式上,它在现世与永恒中都必定拯救某些人,“因为主的灵充满了天下。” 即使有人强词夺理,硬说“不可依从恶妇,因为淫妇的嘴唇滴下蜂蜜”指的是希腊的通识教育,也让他听听接下来的话: 经上说,“她暂时润滑你的喉咙”,然而哲学从不谄媚奉承。那么经文借由行淫的妇人所暗指的是谁呢?随后明文补充道: “因为愚昧的脚将依从她的人与死亡一同引下阴间,她的脚步并不稳固。所以应当使你的道路远离愚妄的欢愉,不可靠近她房屋的门,免得将你的生命让与别人。” 并且进一步作证道: “随后到你年老、身体皮肉消磨之时,你必追悔莫及。” 因为这就是愚妄欢愉的终局。关于这些就谈到这里。而每当他说: “不可与外邦女子过于亲密”时,乃是劝诫人当使用属世的教育,却不可在其中流连忘返、耽溺滞留;因为在合宜的时机合乎益处地赐给每个世代的事物,正是为主的道所作的预备教育。 因为早已有某些人被侍女们的春药所诱惑,轻慢了女主人哲学,并由此耗尽余生而老去,他们有的老于音乐,有的老于几何,有的老于文法,而绝大多数人则老于修辞学。
- 1.5.28ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος
此处作属格独立结构处理,其逻辑主语在句中省略,由上下文补出(即省略了 τοῦ ἀνθρώπου 或 τοῦ πιστοῦ,“当人/信徒将美善之事归于天意时”)。该结构带有假设或条件色彩,界定了前文引述经文“你的脚必不致绊跌”所适用的具体前提。
- 1.5.28τῶν μὲν κατὰ προηγούμενον ... τῶν δὲ κατ’ ἐπακολούθημα
此二属格词组作为前面 πάντων τῶν καλῶν 的部分属格(“在一切美善事物中,一方面……另一方面……”)。介词短语 κατὰ προηγούμενον 与 κατ’ ἐπακολούθημα 作副词性专门术语使用,分别表示神圣天意的“首要目的/直接给予”与“伴随产生的次要结果/间接衍生物”。
- 1.5.28ἐπεὶ κἂν σὺ τῷ θριγκῷ ὑπεροχυρώσας αὐτὴν διὰ φιλοσοφίας καὶ πολυτελείας ὀρθῆς ἀνεπίβατον τοῖς σοφισταῖς τηρήσαις
由连词 ἐπεί 引导的原因从句,搭配带 ἄν 的潜在希求法(τηρήσαις;κἂν 为 καὶ ἄν 之合写)。不定过去时分词 ὑπεροχυρώσας 作方式或条件状语(“藉着加固它 / 若你加固它”),修饰主要动词 τηρήσαις。此句论述了引用所罗门箴言的理由,表明读者同样能借由哲学护卫真智慧免受诡辩家的侵袭。
- 1.5.29μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν
形容词 πολύς 与 πρός 及宾格连用的习惯搭配(πολὺς εἶναι πρός τινα),意为“与某人交往过从甚密、耽湎于、深陷于”。在此处,革利免将《箴言》中远离外邦妇人的训诫寓意化,指不可在世俗各门预备学科中过分耽溺而荒废了真正的哲学。
