← 亚历山太的革利免

杂记

§1.4.25-1.4.27

诸般技艺的属神智慧与通向敬虔的阶梯

作者引证荷马、赫西俄德与圣经的诸事例,论证世俗的各样技艺与学问中的知性感知亦源于神所赐的感知之灵,并阐明哲学乃通向敬虔与神圣认知的阶梯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.25

Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· "τὸν δ’ οὔτ’ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα, οὔτ’ ἄλλως τι σοφόν, πάσης δ’ ἡμάρτανε τέχνης." Ἡσίοδος γὰρ τὸν κιθαριστὴν Λίνον παντοίας σοφίας δεδαηκότα εἰπών καὶ ναύτην οὐκ ὀκνεῖ λέγειν σοφόν, οὔτε τι ναυτιλίης σεσοφισμένον γράφων. Δανιὴλ δὲ ὁ προφήτης τὸ μυστήριον φησὶν ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων. καὶ δὴ τοὺς Βαβυλῶνος σοφοὺς προσαγορεύει. ὅτι δὲ σοφίαν ὁμωνύμως καλεῖ ἡ γραφὴ πᾶσαν τὴν κοσμικὴν εἴτε ἐπιστήμην εἴτε τέχνην, πολλαὶ δέ εἰσιν αἱ κατ’ ἐπισύνθεσιν ἀνθρωπίνῳ λογισμῷ ἐπινενοημέναι, καὶ ὡς θεόθεν ἡ τεχνικὴ καὶ ἡ σοφὴ ἐπίνοια, σαφὲς ἔσται παραθεμένοις τήνδε τὴν λέξιν·1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ ἀνακέκληκα τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρί, τὸν Ὤρ, τῆς φυλῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ, διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι. ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον, καὶ τὰ λιθουργικὰ καὶ τεκτονικὴν τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.

荷马也将木匠称为“智者”,且关于《马耳癸忒斯》(若确系其作)大约写道: “神明既未使他作掘地者,亦未使他作犁地者,更未在其他方面使他成为智者;他在每样技艺上都归于失败。” 赫西俄德在称琴师利诺斯为“通晓各样智慧”之后,亦毫不犹豫地称水手为“智者”,写道: “在航海术上未得丝毫智慧。” 先知但以理亦道: “王所问的那奥秘,智者、术士、用法术的、迦萨勒人都无能向王宣告;但天上有一位显明奥秘的神”;且他确实将巴比伦人称作“智者”。圣经将一切属世的知识或技术借同名异义统称为“智慧”——虽然藉着人类理性的复合思考所构想出的事物不胜枚举——以及技术性与明智的构想皆源自于神,这对引证并对照以下这段经文的人而言将是显而易见的: “主对摩西说话道:‘看哪,我已经召了犹大支派户珥的孙子、乌利的儿子比撒列,并用智慧、聪明、知识的上帝的灵充满了他,使他能作各样的工,能构想并设计,能作金、银、铜的工,并用蓝线、紫线、朱红线作工,且能雕琢宝石、雕刻木头,能作各样的工。’”

§1.4.26

ἔπειτα ἐπιφέρει καθολικὸν δὴ λόγον· καὶ παντὶ τῷ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, τουτέστιν τῷ οἵῳ τε ἐπιδέξασθαι πόνῳ καὶ συνασκήσει. πάλιν τε αὖ διαρρήδην ἐξ ὀνόματος κυρίου γέγραπται· καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ. οὕς ἐνέπλησα πνεῦμα αἰσθήσεως· ἔχουσι μέν τι οἰκεῖον φύσεως ἰδίωμα οἱ σοφοὶ τῇ διανοίᾳ, λαμβάνουσι δὲ πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν,2 ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός, καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθ’ ἣν τῶν μέτρων οἱ ποιηταὶ καὶ τῆς λέξεως οἱ σοφισταὶ καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατ’ αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις3 ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξει δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις.

随后又加上一句确实具普遍意义的话: “且在一切心中有聪明的人心里,我都赐予聪明”;也就是说,赐给那些藉着辛劳与操练能够领受的人。再者,奉主的名又明确记着: “你也要对一切在悟性上有智慧的人说话,就是我用感知之灵所充满的。” 在悟性上有智慧的人固然具有某种出于本性的特质,但当他们使自己变得合宜之后,便从最至高的智慧那里领受了双重的“感知之灵”。因为从事粗重手工技艺的人享受着关乎感官的卓越才能:通常所说的音乐家在听觉上,塑形雕刻者在触觉上,歌者在声音上,制膏调香者在嗅觉上,在印章上雕刻印记之人在视觉上。另一方面,沉潜于通识学问的人则获赐综合认知,诗人们借此把握音步,诡辩家借此把握用词,辩证学者借此把握三段论,哲学家们则借此把握与其自身相称的沉思冥想。因为综合认知具有发见性与创见性,能使人令人信服地着手行事,而朝向专门知识的共同操练更促成了这种着手能力的增长。

§1.4.27

εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία. ἐὰν γὰρ τὴν φρόνησιν τήν τε αἴσθησιν ἐπικαλέσῃ μεγάλῃ τῇ φωνῇ καὶ ζητήσῃς αὐτὴν ὥσπερ ἀργυρίου θησαυροὺς καὶ προθύμως ἐξιχνιάσῃς, νοήσεις θεοσέβειαν καὶ αἴσθησιν θείαν εὑρήσεις, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ φιλοσοφίαν αἰσθήσεως εἴρηκεν ὁ προφήτης, ἣν μεγαλοφυῶς καὶ μεγαλοπρεπῶς ἐξερευνᾶν διδάσκει εἰς τὴν ἐπὶ τὴν θεοσέβειαν προκοπήν. ἀντέθηκεν οὖν αὐτῇ τὴν ἐν θεοσεβείᾳ αἴσθησιν, τὴν γνῶσιν αἰνισσόμενος καὶ τάδε λέγων· ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησίν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν· τοῖς γὰρ ὑπὸ φιλοσοφίας δεδικαιωμένοις βοήθεια θησαυρίζεται καὶ ἡ εἰς θεοσέβειαν συναίσθησις.

因此,使徒恰当地称神的智慧为“百般的多样”,以“多次多方”的方式,藉由技术、藉由知识、藉由信仰、藉由预言,显明其自身的力量以造福我们,因为正如《耶稣的智慧》(即便西拉智训)所言:“一切智慧都来自主,且永远与祂同在。” “因为你若大声呼求明哲与感知,并如寻求银矿珍宝般寻找它,热切搜寻它,你便会明白敬畏神,并寻得属神的感知。” 先知此言是针对基于哲学的感知所作的对比,他教导人们为了迈向敬畏神的长进而以宏大崇高的方式去探究这种感知。因此他将敬畏神之中的感知与之相对立,暗指真知,并如是说道: “因为神从祂自己的口中赐予智慧,同时赐下感知与明哲,并为义人积存帮助”;因为帮助以及迈向敬畏神的综合感知,正是为那些被哲学称义之人所积存的。

语法注3 条
  1. 1.4.25σαφὲς ἔσται παραθεμένοις τήνδε τὴν λέξιν

    与格分词 παραθεμένοις 作判断者与格(dativus iudicantis),表示条件或视角,意为“对于引证并对照这段文句的人而言(将是显而易见的)”。

  2. 1.4.26πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν

    中性单数宾格形容词 διττόν 跨越介词短语 παρὰ τῆς κυριωτάτης σοφίας 修饰名词短语 πνεῦμα αἰσθήσεως(倒装离隔),意为“双重的感知之灵”。这里的“双重”正对应下文紧接着展开的两个类别:手工技艺(βαναύσους τέχνας)与通识学问(ἀμφὶ τὴν παιδείαν)。

  3. 1.4.26εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις

    对于阴性单数主语 ἡ συναίσθησις,表语形容词 εὑρετικὸν καὶ ἐπινοητικόν 却采用中性单数形式,系动词 ἐστί 被省略。这是一种古典希腊语常见句式,即以中性表语形容词配合阴性主语来表达某种普遍本质或抽象属性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.4.25-1.4.27