← 亚历山太的革利免

杂记

§1.3.22-1.3.24

批判诡辩家的空谈与真正智慧

作者批判了轻视基督教真理、沉溺于字句游戏与诡辩的诡辩家,并借助荷马、梭伦、福音书及旧约圣经等引文,论述了他们的虚浮与真正智慧之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.22

Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τιθέμενοι, οἳ δέ τινες σφᾶς αὐτοὺς ἐπαίροντες διαβολὰς τοῖς λόγοις ἐξευρίσκειν βιάζονται, ζητήσεις ἐριστικὰς ἐκπορίζοντες, λεξειδίων θηράτορες, ζηλωταὶ τεχνυδρίων, ἐριδαντέες καὶ ἱμαντελικτέες, ὡς ὁ Ἀβδηρίτης ἐκεῖνός φησιν· "στρεπτὴ γὰρ γλῶσσα, "φησί, "βροτῶν· πολέες δ’ ἔνι μῦθοι· παντοίων ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα." καί· "ὁπποῖόν κ’ εἴπῃσθα ἔπος. τοῖόν κ’ ἐπακούσαις." ταύτῃ γοῦν ἐπαιρόμενοι τῇ τέχνῃ οἱ κακοδαίμονες σοφισταὶ τῇ σφῶν αὐτῶν στωμυλλόμενοι τερθρείᾳ, ἀμφὶ τὴν διάκρισιν τῶν ὀνομάτων καὶ τὴν ποιὰν τῶν λέξεων σύνθεσίν τε καὶ περιπλοκὴν τὸν πάντα πονούμενοι βίον τρυγόνων ἀναφαίνονται λαλίστεροι· κνήθοντες καὶ γαργαλίζοντες οὐκ ἀνδρικῶς, ἐμοὶ δοκεῖν, τὰς ἀκοὰς τῶν κνήσασθαι γλιχομένων, ποταμὸς ἀτεχνῶς ῥημάτων, νοῦ δὲ σταλαγμός.1 ἀμέλει καὶ καθάπερ τῶν παλαιῶν ὑποδημάτων τὰ μὲν ἄλλα αὐτοῖς ἀσθενεῖ καὶ διαρρεῖ, μόνη δὲ ἡ γλῶσσα ὑπολείπεται.2

这样的人群为数众多:他们中有些人沦为享乐的奴隶,甘于不信,嘲弄那配得一切庄严尊荣的真理,将蛮族的学说视同儿戏;另有一些人则自命不凡,竭力对言论罗织诽谤,挑起好辩的争端,成为细微字句的猎手,雕虫小技的狂热者,正如那位阿布德拉人所说: “争辩者与捻皮带者”;他说: “因为凡人的舌头是柔软的,其内言辞众多;各类话语的牧场四处宽广。” 又道: “你说出怎样的话,便会听回怎样的话。” 总之,这些不幸的诡辩家因这种技术而狂妄,用他们自己的诡辩饶舌,终其一生劳心于分辨名词以及词语的特定组合与交缠,显露出比斑鸠还要多话。在我看来,他们毫无男子气概地抓挠挑逗那些渴望被抓搔者的耳朵,简直是一条词语的河流,却只有一滴理智。诚然,正如旧鞋一样,他们其余部分都已衰弱解体,唯独舌头留存了下来。

§1.3.23

παγκάλως ὁ Ἀθηναῖος ἀποτείνεται καὶ γράφει Σόλων· "εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός· ὑμῶν δὲ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δὲ ὑμῖν χαῦνος ἔνεστι νόος." τοῦτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνή· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· μόνῳ γάρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον τῶν ὄντων. ὁ χρηστὸς καὶ ἥμερος λόγος. ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· κύριος γὰρ μόνος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι, σοφοὺς δή που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς.3

雅典人梭伦极为精当地致辞并写道: “你们看着狡黠之人的舌头和言辞;你们中每个人都踏着狐狸的脚印行进,但在你们全体心中却存着空虚之念。” 那位救主的声音大概暗示的正是这一点: “狐狸有洞,人子却没有枕头的地方。” 因为我想,只有在那完全脱离了经上所言的诸般野兽的信徒身上,万有的元首,那良善柔和的道,才得以安息。 “那在智慧人的狡黠中捉住他们者”;“因为唯有主知道智慧人的计谋是虚妄的”;圣经无疑是将那些在字句与技术上繁琐过度的诡辩家称为“智慧人”。

§1.3.24

ὅθεν οἱ Ἕλληνες καὶ αὐτοὶ τοὺς περὶ ὁτιοῦν πολυπράγμονας σοφοὺς ἅμα καὶ σοφιστὰς παρωνύμως κεκλήκασι. Κρατῖνος γοῦν ἐν τοῖς Ἀρχιλόχοις ποιητὰς καταλέξας ἔφη· "οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε." Ἰοφῶν τε ὁμοίως ὡς ὁ κωμικὸς ἐν Αὐλῳδοῖς σατύροις ἐπὶ ῥαψῳδῶν καὶ ἄλλων τινῶν λέγει· καὶ γὰρ εἰσελήλυθεν πολλῶν σοφιστῶν ὄχλος ἐξηρτυμένος. ἐπὶ τούτων καὶ τῶν παραπλησίων ὅσοι τοὺς κενοὺς μεμελετήκασι λόγους ἡ θεία γραφὴ παγκάλως λέγει· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

由此,希腊人自己也将无论何事上好管闲事者称为“知者”,同时也衍生性地称为“诡辩家”。克拉提诺斯在《阿耳基罗科斯们》中列举诗人时便说: “你们搜寻出了怎样一群诡辩家啊!” 约丰亦然,像那位喜剧作家一样,在《吹笛萨堤洛斯》中针对吟诵诗人与某些其他人说道:“确实,一大群整装齐备的诡辩家已经入内。”对于这些人以及所有钻研虚妄言辞之徒,圣经极为精妙地说道: “我要灭绝智慧人的智慧,废弃聪明人的聪明。”

语法注3 条
  1. 1.3.22ποταμὸς ἀτεχνῶς ῥημάτων, νοῦ δὲ σταλαγμός

    这是一个无动词的对比性名词短语,作为谓语性同位语,用于刻画前述分词短语(κνήθοντες καὶ γαργαλίζοντες...)之主语(诡辩家们)的特征。

  2. 1.3.22τῶν παλαιῶν ὑποδημάτων τὰ μὲν ἄλλα αὐτοῖς ἀσθενεῖ καὶ διαρρεῖ, μόνη δὲ ἡ γλῶσσα ὑπολείπεται

    τῶν παλαιῶν ὑποδημάτων 是部分属格,前置修饰后随的 τὰ μὲν ἄλλα。γλῶσσα(舌头)在此是一语双关,兼指说话的器官“舌头”与鞋子的“鞋舌”。

  3. 1.3.23σοφοὺς δή που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς

    属格独立结构,动词分词 καλούσης 支配双重宾格:σοφούς 作宾语补足语(述语宾格),τοὺς σοφιστάς 及其修饰成分作直接宾语(“圣经将……这些诡辩家称为‘智慧人’”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.3.22-1.3.24