← 亚历山太的革利免

杂记

§1.2.19-1.2.21

批判性考察哲学与隐匿真理的编排

克莱门特针对批评者指出,考察希腊哲学对辩护信仰和探求真理具有积极功用,并阐明《杂记》之所以采取包罗博学、层层隐匿的编排结构,是为了保护真理的深奥教义免遭轻浮反对者的亵渎与妄评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.19

ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὔχρηστος1 ἡ τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστος· ἔπειτα οὐδὲ καταψηφίσασθαι τῶν Ἑλλήνων οἶόν τε ψιλῇ τῇ περὶ τῶν δογματισθέντων αὐτοῖς χρωμένους φράσει, μὴ συνεμβαίνοντας εἰς τὴν κατὰ μέρος ἄχρι συγγνώσεως ἐκκάλυψιν. πιστὸς γὰρ εὖ μάλα ὁ μετ’ ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων. πολλὰ δ’ οὖν καὶ μὴ συμβαλλόμενα εἰς τέλος συγκοσμεῖ τὸν τεχνίτην. καὶ ἄλλως ἡ πολυμαθία διασυστατικὴ τυγχάνει τοῦ παρατιθεμένου τὰ κυριώτατα τῶν δογμάτων πρὸς πειθὼ τῶν ἀκροωμένων καὶ θαυμασμὸν ἐγγεννῶσα τοῖς κατηχουμένοις πρὸς τὴν ἀλήθειαν συνίστησιν.

关于在必要时机收录了希腊人观点的这些备忘录,我向那些好挑剔者说这番话:首先,即便哲学是无用的,但若对这一无用性的确证是有用的,那么哲学就是有用的;其次,单凭针对希腊人所立教说的浮浅辞句,若不一同进入直到宽容理解的分项揭示,便不可能对他们作出定罪判决。因为伴随经验的检验极其可靠,毕竟对被定罪之事的认知正是最为完全的证明。无论如何,许多无助于最终目标的事物,也能为工匠增添光彩。此外,博学对于提出最核心教说的人而言也是一种举荐,有助于说服听众,并在受教者心中唤起赞叹,将他们引介至真理面前。

§1.2.20

ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, δι’ ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐτοὺς δοκεῖν τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀποσπᾶσθαι τῆς πίστεως, οἷον ὑπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ’ ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι.2 ναὶ μὴν καὶ ἡ συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, δι’ ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν ἡμῶν βέβαιον λαμβανόντων πεῖσμα τῆς ἀληθοῦς καταλήψεως διὰ τῆς τῶν ὑπονοουμένων ἐπιστήμης. σιωπῶ γὰρ ὅτι οἱ Στρωματεῖς τῇ πολυμαθίᾳ σωματοποιούμενοι κρύπτειν ἐντέχνως τὰ τῆς γνώσεως βούλονται σπέρματα.

好学之人借以接纳隐藏真理的这种灵魂引导是可靠的,这既叫他们自己不至于认为哲学败坏了生活——如某些人所诬蔑的那样,说它是虚妄之事与卑劣作为的制造者,而它实际上乃是真理的鲜明映象,是赐予希腊人的神圣恩赐;亦叫我们不至于脱离信仰,仿佛被某种欺诈之术所魅惑,而是可以说,借着使用更宽广的外袍,在某种程度上为我们自己获得一种展示信仰的共同操练。确实,通过并列对比而将教说联结起来,正是在求索真理,认知随之而来;这并非由于哲学作为首要原则而悄然潜入,而是因着源自认知的果实,我们借由对寓意之事的理解获得了对于真实把握的坚定确信。因为无须多言,《杂记》以博学为血肉,正是意图巧妙地隐藏认知的种子。

§1.2.21

καθάπερ οὖν ὁ τῆς ἄγρας ἐρωτικὸς ζητήσας, ἐρευνήσας, ἀνιχνεύσας, κυνοδρομήσας αἱρεῖ τὸ θηρίον, οὕτω καὶ τἀληθὲς γλυκύτητι φαίνεται ζητηθὲν καὶ πόνῳ πορισθέν. τί δή ποτ’ οὖν ὧδε διατετάχθαι φίλον ἔδοξεν εἶναι τοῖς ὑπομνήμασιν; ὅτι μέγας ὁ κίνδυνος τὸν ἀπόρρητον ὡς ἀληθῶς τῆς ὄντως φιλοσοφίας λόγον ἐξορχήσασθαι3 τούτοις, οἳ ἀφειδῶς πρὸς πάντα μὲν ἀντιλέγειν ἐθέλουσιν οὐκ ἐν δίκῃ, πάντα δὲ ὀνόματα καὶ ῥήματα ἀπορρίπτουσιν οὐδαμῶς κοσμίως, αὑτούς τε ἀπατῶντες καὶ τοὺς ἐχομένους αὐτῶν γοητεύοντες. Ἑβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν, ᾗ φησιν ὁ ἀπόστολος, Ἕλληνες δὲ σοφίαν ζητοῦσι.

因此,正如热衷打猎的人在寻觅、搜求、追踪、策犬疾驰之后捕获了野兽,真理在经受追寻并以辛劳获取之后,亦显得格外甘美。那么,究竟为何认为将备忘录如此编排是妥当的呢?这是因为,若将真正哲学的真实奥秘之道泄露给那些想要无理地对抗一切、毫无规矩地抛出一切言辞话语、既欺骗自己又蛊惑追随者的人,其危险乃是巨大的。 因为希伯来人求神迹,正如使徒所说,希腊人求智慧。

语法注3 条
  1. 1.2.19εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὔχρηστος ἡ τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστος

    基于归于亚里士多德《劝勉篇》中著名论证(“即使为了证明人不应从事哲学,人也必须从事哲学”)的省略句式。后半句的结句中仅出现表语形容词 εὔχρηστος,主语(ἡ φιλοσοφία)与系动词(ἐστίν)被省略。在句法结构上,让步希求法分句 εἰ καὶ ἄχρηστος εἴη 之内又嵌入了直陈式条件从句 εἰ εὔχρηστος...,构成双重条件的紧凑推论。

  2. 1.2.20πρὸς τὸ μήτε αὐτοὺς δοκεῖν... μήτε ἡμᾶς ἀποσπᾶσθαι... ἀλλ’... ἐκπορίζεσθαι

    由介词短语 πρὸς τό 引导的带冠词不定式结构,表示目的或结果(“以致于/为了叫……”)。通过关联连词 μήτε... μήτε... ἀλλά... 并列了三个不定式短语(δοκεῖν、ἀποσπᾶσθαι 与 ἐκπορίζεσθαι)。第一个不定式 δοκεῖν 的逻辑主语为宾格 αὐτούς(回指前文的 οἱ φιλομαθεῖς),而随后的 ἀποσπᾶσθαι 与 ἐκπορίζεσθαι 则以宾格 ἡμᾶς 为其逻辑主语。

  3. 1.2.21ἐξορχήσασθαι

    源自希腊密仪宗教的隐喻性习语动词(ἐξορχέομαι)。原义为“在未受启蒙者面前将秘仪舞出”,引申为“轻率泄露、出卖神圣秘密”。此处它接与格 τούτοις(“向这等人”)作为间接对象,严正告诫切勿向亵慢的批评者无节制地泄露真正哲学的奥秘教义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.2.19-1.2.21