← 亚历山太的革利免

杂记

§1.28.176-1.28.179

摩西哲学的四重划分与圣经中的辩证法

作者阐述了摩西哲学的四重划分(历史、狭义立法、祭仪与神学),论证了真正的辩证法如何通过明辨万物本相而上升至上帝,并经由基督获得理性的更新,进而指出必须以辩证的方式探求圣经的多重意旨与内在融贯性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28.176

Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας· καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος, ἡ ἐποπτεία, ἥν φησιν ὁ Πλάτων τῶν μεγάλων ὄντως εἶναι μυστηρίων, Ἀριστοτέλης δὲ τὸ εἶδος τοῦτο μετὰ τὰ φυσικὰ καλεῖ. καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολιτικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ τοῦ τῷ θεῷ κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.1

因此,依照摩西的哲学被划分为四个部分:历史的部分与严格意义上的立法部分——这两者理应属于伦理学的探究——第三部分是祭仪的部分,这已经属于自然学的观照;而在这一切之上的第四部分则是神学门类,即明见观照,柏拉图称之为真正属于伟大奥秘之列,而亚里士多德则将这一门类称为“物理学之后”(形而上学)。按照柏拉图的说法,正如他在《政治家》中所述,辩证法乃是一种能够探明万物显明的知识,而节制之人习得它,并非为了在人际交往中谈论或行事,正如当今汲汲于诡辩术的辩证学者所作的那样,而是为了能够说出合神喜悦的话,竭尽全力做出合神喜悦的事。

§1.28.177

μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ’ ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις. εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ· γίνεσθε δὲ δόκιμοι τραπεζῖται, τὰ μὲν ἀποδοκιμάζοντες, τὸ δὲ καλὸν κατέχοντες· αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον ἔστι φαίνεσθαι.

真正的辩证法与真正的哲学相结合,审察万事,鉴别诸种权能与权威,循序渐进地上升至万有中最卓越的本体,并敢于进一步迈向统摄万有的上帝;它所宣告的并非必死之物的经验,而是属神与属天之事的知识,而人类在言谈与行动中对人事恰如其分的应用,亦随之而来。因此,圣经切望我们成为这样的辩证学者,因而顺理成章地劝诫道: “你们要作精明的钱币兑换商”,摒弃伪劣,持守美好。因为真正的辩证法确实是一种关于可理知之物的分辨性明智,能够毫不混淆且纯粹地彰显每一个存有的本体,抑或是一种关于事物之种类的划分能力,能够一路下降至最为具体的个别之物,使每一个存有纯粹地照其本来面目呈现出来。

§1.28.178

διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη2 καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ’ εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι· οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

正因如此,唯有它能引导人达到真正的智慧。这智慧是一种神圣的权能,能够认识存有之为其存有,兼具完全性,脱离一切情欲;然而这离不开救主,他藉着神圣的道,从我们灵魂的视觉官能中驱散了因卑劣行径而笼罩的昏昧无知,恢复了至善的状态,“使我们能清楚辨明神与人”。 正是他真正指明了应当如何认识我们自己;正是他照着人性所能领受的限度,向他所意愿的人启示了万有的天父: “因为除了父,没有人认识子;除了子和子所启示的人,也没有人认识父。”

§1.28.179

εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα. τριχῶς δὲ ἡμῖν ἐκληπτέον τοῦ νόμου τὴν βούλησιν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. ἀνδρῶν δὲ εὖ οἶδ’ ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν·3 οὐ γὰρ δὴ μία Μύκονος ἡ πᾶσα πρὸς νόησιν γραφή, ᾗ φασιν οἱ παροιμιαζόμενοι· διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτῇ, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις.

因此,使徒理所当然地说,他乃是“藉着启示 得知这奥秘,正如我先前略略写过的,你们念了,就能晓得我对基督的奥秘有何等的见识”。 他说“你们就能”,是因为他知道有些人仅仅领受了奶,尚未领受干粮,甚至未曾立刻领受纯全的奶。而我们必须从三个层面去领会律法的意旨:要么是在显明记号,要么是在为正直的社会生活确立诫命,要么是作为预言发出昭示。但我深知,分辨并阐明此类事乃是成熟之士的作为;因为理解整部圣经并非如俗语所说的那样是“一片米科诺斯”,全无分别;相反,人们必须尽可能以辩证的方式去靠近它,探求神圣教训的内在融贯性。

语法注3 条
  1. 1.28.176κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ τοῦ τῷ θεῷ κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.

    与动词性形容词 κτητή 连用的与格 τῷ σώφρονι 为施事与格(“当由节制之人获得”)。由 ἕνεκα 统辖的带冠词不定词属格构成了对比结构:οὐχ ἕνεκα τοῦ λέγειν... ἀλλὰ τοῦ... δύνασθαι。句末的 τὸ πᾶν εἰς δύναμιν 为副词性宾格短语,意为“竭尽全力”、“在力量所及的范围内”,修饰动词 λέγειν 与 πράττειν。

  2. 1.28.178καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη

    此处包含复杂的词序倒错(hyperbaton)。分词 καταγαγόντος 与前文的 τοῦ σωτῆρος 一致,其直接宾语是被远隔放置的 τὴν ἐπιχυθεῖσαν... ἄγνοιαν ἀχλυώδη。τοῦ ὁρατικοῦ τῆς ψυχῆς 乃是与 καταγαγόντος 的前缀 κατά 相应的分离属格,意为“从灵魂的视力官能中”驱除。ἡμῶν 为所有格属格,修饰 τοῦ ὁρατικοῦ τῆς ψυχῆς(“我们灵魂的视力官能”)。

  3. 1.28.179ἀνδρῶν δὲ εὖ οἶδ’ ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν

    此句为表特征或职责的谓语属格结构,省略了系动词 ἐστίν。句子的基本骨架是 [ἐστὶν] ἀνδρῶν... τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν(“辨明并阐述此类事物乃是成熟之人的职责/本分”)。插入短语 εὖ οἶδ’ ὅτι(“我深知”)被置于属格 ἀνδρῶν 与不定词短语之间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.28.176-1.28.179