← 亚历山太的革利免

杂记

§1.27.173-1.27.175

律法与福音的合一及导向爱的救赎护理

本段论述律法兼具惩治与恩慈,是上帝护理将人从仆人提升为侍从、儿子乃至密友的作为,并阐明律法与福音皆出于同一位主,其终极目标乃是爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27.173

ἐπεὶ γενεὰ σοφίας φόβος κυρίου. μέγιστον δὲ καὶ τελεώτατον ἀγαθόν, ὅταν τινὰ ἐκ τοῦ κακῶς πράττειν εἰς ἀρετήν τε καὶ εὐπραγίαν μετάγειν δύνηταί τις, ὅπερ ὁ νόμος ἐργάζεται. ὥστε καὶ ὅταν ἀνηκέστῳ τινὶ κακῷ περιπέσῃ τις ὑπό τε ἀδικίας καὶ πλεονεξίας καταληφθείς, εὐεργετοῖτ’ ἂν ἀποκτειννύμενος·1 εὐεργέτης γὰρ ὁ νόμος τοὺς μὲν δικαίους ἐξ ἀδίκων ποιεῖν δυνάμενος, ἢν μόνον ἐπαΐειν ἐθελήσωσιν αὐτοῦ, τοὺς δὲ ἀπαλλάττων τῶν παρόντων κακῶν. τοὺς γὰρ σωφρόνως καὶ δικαίως βιοῦν ἑλομένους ἀθανατίζειν ἐπαγγέλλεται. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. καὶ πάλιν· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντὶ ἀγαθῷ. δεῖ δὴ τὴν διοικοῦσαν πρόνοιαν κυρίαν τε εἶναι καὶ ἀγαθήν. ἀμφοῖν γὰρ ἡ δύναμις οἰκονομεῖ σωτηρίαν, ἣ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἣ δὲ δἰ εὐποιίας χρηστευομένη ὡς εὐεργέτις. ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν2 ἐκ τοῦ σκότους εἰς ζωὴν καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοὴν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δέ τις ἐπαναβαίη, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ ἀγάπη καλύψῃ πλῆθος ἁμαρτιῶν, μακαρίας ἐλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπῃ ἐκδέχεσθαι τὸν ἐγκαταταγέντα τῇ ἐκλεκτῇ υἱοθεσίᾳ τῇ φίλῃ κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχὴν καὶ λέγοντα· γενέσθω μοι κύριος εἰς θεόν.

因为“敬畏主是智慧的开端”。 而当有人能将某人从作恶引向美德与善行时,乃是最大且最完全的美善,这正是律法所成就的。因此,即使有人被不义与贪欲所攫住,陷入了无可救药之恶,若被处死亦是得蒙恩惠;因为律法实为恩人,只要人愿意听从它,它一方面能使不义之人变为义人,另一方面又能使其他人脱离当下的罪恶。因为律法应许,要使那些选择节制且公义度日的人享有不朽。 “而认识律法乃是美善心意之事。” 又说: “恶人不明白律法,惟有寻求主的人在一切美善之事上皆能领悟。” 管理万有的护理确实应当既具主权又为美善。两者的权能协同经纶救恩:一者作为主权者通过惩治予以管教,另一者作为恩主通过善行施展仁慈。人完全可以不再作“悖逆之子”,而是“出黑暗入生命”,倾耳听从智慧,首先成为上帝守法的仆人,继而成为敬畏主上帝的忠诚侍从;若有人更进一步上升,便得以列于众子之中,且当“爱遮掩了许多的罪”时,在爱中渐长,得以作为被编入被称为蒙神所爱之受选养子名分的人,等候蒙福之指望的成全,并已然唱出祈祷而说道: “愿主作我的上帝。”

§1.27.174

τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως· εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. ταῦτα γὰρ δύνασθαι τὸν νόμον ὁμολογεῖται, κἂν οἱ κατὰ νόμον μὴ πολιτευόμενοι ὡς ἐν νόμῳ ἀλαζονεύωνται βιοῦντες· μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον,3 καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν. ἐλεημοσύναι δὲ καὶ πίστεις καὶ ἀλήθεια μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς περὶ σῷ τραχήλῳ.

此外,使徒在写给犹太人的段落中,也大致这样写道,以此显明了律法的善行: “你若自称为犹太人,倚靠律法,指着上帝夸口,晓得上帝的旨意,且从律法受了教训,能分别是非,又深信自己是给瞎子领路的,是黑暗中人的光,是蠢笨人的教导者,是婴孩的师傅,在律法上有知识和真理的模范……” 因为即使那些不按律法行事的人夸耀自己仿佛活在律法之中,人们公认律法本身确实拥有这种权能;“得着智慧的人便为有福,看见明达的凡人亦为有福;因为从她的口中”——显然是智慧的口中——“发出了公义,她的舌上也带着律法与怜悯。” 因为律法与福音皆是同一位主(他即是“上帝的权能和智慧”)的作为,而律法所生的敬畏,亦是导向拯救的怜悯之举。 “不可使怜悯、信实与真理离弃你,要将它们系在你的颈项上。”

§1.27.175

ὁμοίως δὲ τῷ Παύλῳ ἡ προφητεία ὀνειδίζει τὸν λαὸν ὡς μὴ συνιέντα τὸν νόμον. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρήσηται· οἱ δὲ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι, φησὶν ὁ ἀπόστολος, οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.

先知的预言亦如保罗一般,指责这百姓不明白律法: “在他们所行的道上充斥着毁灭与苦难,平安的路他们未曾知晓;他们眼中没有对上帝的敬畏。” “自称为聪明,反成了愚拙。” 使徒说:“我们知道律法原是好的,只要人用得合乎律法;但那些想要作律法教师的人,并不明白自己所说的是什么,也不明白自己确信不疑的是何事;而这命令的总归就是从清洁的心、无亏的良心和无伪的信心生出的爱。”

语法注3 条
  1. 1.27.173εὐεργετοῖτ’ ἂν ἀποκτειννύμενος

    此处由潜在希求法(εὐεργετοῖτ’ ἄν)与表示方式或伴随情况的现在被动态分词(ἀποκτειννύμενος)构成,意为“(即使)被处死也是得蒙恩惠”。这表达了一种悖论式的论点:对于陷入无可救药之恶的人而言,通过被处决来终止其罪恶,本身对他就是一种恩惠。

  2. 1.27.173ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν

    非人称动词 ἔξεστι(“可以/可能”)统摄了一系列由连词连接的补足不定词(εἶναι, μεταβαίνειν, εἶναι, γενέσθαι, ἐγκαταλέγεσθαι, ἐκδέχεσθαι)。作为这些不定词逻辑主语的宾格分词(παραθέντα, φοβούμενον, αὐξηθέντα, τὸν ἐγκαταταγέντα, ᾄδοντα, λέγοντα)穿插其间,构成了一个宏大的长句结构,生动描绘了从仆人上升到忠仆、儿子,乃至作为神之密友的养子的灵性递进过程。

  3. 1.27.174ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον

    这是一个省略了系动词 ἐστί 的倒装句:置于句首的名词短语 ἑνὸς κυρίου ἐνέργεια 为表语,而在关系从句之后出现的 ὅ τε νόμος τό τε εὐαγγέλιον 则是句子的复合主语。全句意为:“因为律法与福音两者皆是同一位主(即上帝的权能与智慧)的作为。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.27.173-1.27.175