← 亚历山太的革利免

杂记

§1.27.171-1.27.172

律法惩罚对灵魂的治疗与教育意义

作者论证道,正如人们认可医学上的切除与苦药乃是对身体的医治一样,律法所施加的惩罚乃至处决恶人,亦是出于对灵魂的救治与对共同体的保护,并引用圣经证明神圣管教的教育意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27.171

Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν οὐ μᾶλλον ἂν εἴη κηδεμών,1 ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον. ἀλλ’ ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ’ ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς,2 καὶ οὐκ ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην· τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά,3 εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ δικαιοσύνην κτᾶσθαι; ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.

因此,不可因律法的惩治便攻击律法,以为它并非美善。难道除灭肉体疾病的人会被视作恩人,而试图使灵魂脱离不义的人,因着灵魂比肉体更为尊贵,反倒不更是监护者吗?确实,为了肉体的健康,我们尚且忍受切除、烙灼与服药,施行这些治疗的人亦被称为拯救者与医者——他并非出于对受苦之人的嫉恨或恶意,而是依循医术的理路,哪怕截断某些肢体,也是为了健全的部分不随之一同坏死,没有人会指责医者的技艺心怀恶念。难道为了灵魂,只要有朝一日能脱离不义而获得正义,我们就不能同样忍受无论是流放、缴纳罚金还是监禁吗?因为律法顾恤其治下之人,既引导他们敬畏上帝,指明当行之事,又制止各样罪行,对适度的过犯予以惩处;但当它看出某人无可救药,已陷入极度的不义之中时,为了顾全其他人不致被其败坏,律法便以最健全的考量将这样的人处死,正如从整个躯体上切除一部分一样。

§1.27.172

κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου, φησὶν ὁ ἀπόστολος, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. προεῖπεν γὰρ ὁ προφήτης· παιδεύων ἐπαίδευσέν με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέν με· ἕνεκα γὰρ τοῦ διδάξαι σε τὴν δικαιοσύνην αὐτοῦ ἐπαίδευσέν σε, φησί, καὶ ἐπείρασέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ διψῆν ἐποίησέν σε ἐν γῇ ἐρήμῳ, ἵνα γνωσθῇ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω παιδεύσει σε κύριος ὁ θεὸς ἡμῶν. ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει αὐτίκα φησί· πανοῦργος ἰδὼν τιμωρούμενον πονηρὸν κραταιῶς αὐτὸς παιδεύεται,

“我们受主判断,”使徒说,“乃是受管教,免得我们和世人一同被定罪。” 因为先知早已预言道: “主严严地管教了我,却没有将我交于死亡。” 他又说:“为了教导你他的正义,他管教了你,并在旷野之地试验你,使你忍饥挨渴,为要使我今日向你所吩咐的他的一切典章与审判在你的心中显明,并使你在心中明了,耶和华我们的上帝管教你,正如人管教自己的儿子一样。” 而关于惩恶示众能使人警醒,他随即又说道: “狡黠之人看见恶人遭受严惩,自己便领受训诲。”

语法注3 条
  1. 1.27.171οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν οὐ μᾶλλον ἂν εἴη κηδεμών

    此句为带有双重否定(οὐ ... οὐ)的修辞性对比疑问句。前半句(ὁ μὲν... δόξει)与后半句(ὁ δὲ πειρώμενος... οὐ μᾶλλον ἂν εἴη)形成对照,借助潜能祈愿式(ἄν + εἴη)表达强烈的肯定意图:“若医治肉体者尚被视作恩人,拯救灵魂者岂不更应当是监护者吗?”

  2. 1.27.171ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς

    连词 ὡς 搭配不定式(συνδιαφθείρεσθαι)并带否定词 μή,表目的或意图的结果(“以便健全的部分不随之一同坏死”)。与格代词 αὐτοῖς 指代前文分词短语中提到的被切除的“患病部分”(μέρη τινά)。

  3. 1.27.171ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά

    并列相关连词 ἐάν τε ... ἐάν τε ... ἐάν τε(“无论是……抑或是……”)在此引导直接依附于动词 ὑποστησόμεθα 的宾语,将不定式短语(φεύγειν, ἐκτίνειν ζημίας)与宾格名词(δεσμά)并列在一起。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.27.171-1.27.172