- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.26.167-1.26.170
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了借由摩西颁布的律法乃是指向神性之维的准绳,摩西本人亦是作为“活的律法”施行审判与立法的真正智者。此外,道被阐明为真正的立法者与好牧人,而希腊人一方面夸耀本族受神启示的立法者,另一方面却拒绝接受摩西的神圣律法,这种不信遭到了批判。
Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως παραδεδομένον. ἔχει γοῦν τὴν ἀγωγὴν εἰς τὸ θεῖον. λέγει δὲ καὶ ὁ Παῦλος· ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται. εἶτα οἱονεὶ ἐπεξηγούμενος τὴν διάνοιαν ἐπιφέρει· πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι, φόβῳ δηλαδὴ ἀπὸ ἁμαρτιῶν, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν ἐγίνετο εἰς Χριστόν. ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι εἰπεῖν1 νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.
因此,人们合情合理地认为律法是借着摩西赐下的,它是分辨正义与不义的准绳;而由上帝借着摩西所传授的这一法则,我们应当在严格意义上称之为神圣诫命。它至少具有引向神性之维的引导力量。保罗亦曾说道:“律法是因过犯而设立的,等候那蒙应许的子孙来到。”接着,他仿佛在进一步阐释其涵义,又补充道:“但信仰还未来到以先,我们被看守、圈定在律法之下”——显然是因恐惧而远离罪恶——“直圈到那将要显现的信仰。这样,律法成了我们引向基督的启蒙教师,使我们因信称义。” 所谓立法者,乃是将合宜之物分配给灵魂各部分及其作为的人;简而言之,摩西乃是依循良善的理性所统领的活生生的律法。
πολιτείαν γοῦν διηκόνησεν ἀγαθήν· ἣ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν. αὐτίκα τὴν δικαστικὴν μετεχειρίζετο, ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου. σύστοιχος δὲ αὐτῇ ἡ κολαστική, τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ δικαία οὖσα διόρθωσίς ἐστι ψυχῆς. ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἵων τε γενέσθαι καλῶν κἀγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοίων τούτοις, ἥτις ἂν εἴη στρατηγική.2 ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική· κτᾶσθαί τε γὰρ καὶ χρῆσθαι ταύτης ἴδιον βασιλικωτάτης οὔσης. μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὕροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἂν ἀγορεύοιμεν σοφόν τῷ ὄντι τὸν Μωυσέα.
他确实侍奉了一个良善的城邦制度,即在共同体中对人类进行的良善培育。例如,他施行了审判之术,此乃为正义之缘故纠正过错的专门学问。与此相伴的则是惩罚之术,即懂得惩罚尺度的某种知识;而合乎正义的惩罚正是对灵魂的矫正。可以说,摩西的全部引导,一方面是在培育那些能够成为兼具美善品德的人,另一方面则是在捕获与他们相似之人,这可称之为将帅之术。而依理性以适宜方式善用这些被捕获之人的智慧,则是立法之术;因为占有与使用皆是这一至具王者气度之技艺的固有属性。无论如何,哲学家们宣告唯有智者才是真正的君王、立法者、统帅、正义者、圣洁者以及蒙神所爱者。如果我们在摩西身上看到了这些品格,正如经文本身所表明的那样,我们就完全能够极其确信地宣告摩西乃是真正的智者。
καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὸ τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων ἀφίλης. εἰ δὲ ἡ ποίμνη ἡ ἀλληγορουμένη πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἢ ἀγέλη τις ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε καὶ εὑρίσκων νόμῳ καὶ λόγῳ, εἴ γε ὁ νόμος πνευματικὸς καὶ ἐπὶ τὴν εὐδαιμονίαν ἄγων· ὁ γὰρ πνεύματι ἁγίῳ γενόμενος πνευματικός. οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται. τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ. νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, δἰ οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρός ἐξηγούμενος υἱὸς μονογενής.
因此,正如我们所说,牧羊之术在于顾恤羊群——“好牧人为羊舍命”——同样地,我们也将表明,立法之术在于成就人的德性,竭尽所能复苏人性的美善,成为这群人类羊群的监护与守护之术。如果主所寓意的羊群无非就是由人类构成的一群,那么同一位既是好牧人,又是听从他声音的羊群之独一牧群的良善立法者,那位独一的监护者,正是他借由律法与道寻找并得着迷失之物,只要律法是属灵的并引向真正的福乐;因为藉由圣灵而生的乃是属灵的。这才是真正的立法者,他不仅宣许美善之事,而且洞悉它们。拯救的诫命乃是属于这位拥有知识者的律法,或者说律法本身就是知识的诫命,因为“上帝之道乃是能力与智慧”。并且,他自身又是律法的阐释者,律法借他而赐下,他是神圣诫命的最初阐释者,是阐明父怀的独生子。
ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ γνῶσιν ἔχειν τινὰ αὐτοῦ3 οὔτ’ ἀπιστεῖν οὔτ’ ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν. τίς τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων; μή πῃ βούλεσθαι πείθεσθαι τῇ ἀληθείᾳ φασκούσῃ θεόθεν διὰ Μωυσέως δεδόσθαι τὸν νόμον, ὁπότε γε καὶ αὐτοὶ ἐκ τῶν παρὰ σφίσι τιμῶσι Μωυσῆ. τόν τε Μίνω παρὰ Διὸς δἰ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ’ Ἕλλησι νομοθεσίας,4 ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ’ εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.
再者,凡因对律法略有所知而顺从律法的人,既不会不信真理,也不会对真理无知;而不信者则全然不愿行在善行之中,如果有谁对真理无知,公认正是这些人。那么,希腊人的不信究竟何在?就在于他们无论如何都不愿顺从那声称律法乃是借摩西由神所赐的真理,即使他们自己也根据自身流传的传说尊崇摩西。他们记载米诺斯前往宙斯洞窟,每隔九年从宙斯那里领受律法;柏拉图、亚里士多德和厄福罗斯记载吕库古不断前往德尔斐的阿波罗那里接受立法之事的教育;赫拉克利亚的卡迈莱昂在《论醉酒》中,亚里士多德在《洛克利人政制》中,亦记载洛克利人扎琉库斯是从雅典娜那里领受了律法。然而,这些人虽然竭尽所能将希腊立法的可信性提升至神明的高度,以摹仿摩西的先知模式,却冥顽不灵,不肯直截了当地承认他们自身所记载之事的真理及其原型。
- 1.26.167συνελόντι εἰπεῖν
由动词 συναιρέω 的不定过去时主动分词与格(阳性或中性单数)与不定词 εἰπεῖν 构成的习语,表示限制性与格,意为“简而言之”或“概括而言”,表述说话者总结性的视界。
- 1.26.168ἥτις ἂν εἴη στρατηγική
由关系代词 ἥτις 与 ἄν 及希求法 εἴη 结合构成的潜在希求法表达,意为“那即可以说是将帅之术者”。其先行词为前文的 θηρευτικὴ τῶν ὁμοίων τούτοις(捕获与他们相似之人的术)。
- 1.26.170τῷ γνῶσιν ἔχειν τινὰ αὐτοῦ
带有定冠词与格 τῷ 的名词性不定词 ἔχειν,充当表示原因或手段的与格(“因对它拥有些许知识”)。该不定词在意义上的主语与分词 πειθόμενοι 的主语一致。
- 1.26.170οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ’ Ἕλλησι νομοθεσίας
关系代词 οἳ 在此用作连接性主格(“然而这些人……”),省略了系动词(εἰσίν),以形容词 ἀγνώμονες 作谓语,分词 ἐπαίροντες 与 οὐκ ... ὁμολογοῦντες 作状语分词,构成名词句。
