← 亚历山太的革利免

杂记

§1.25.165-1.25.166

柏拉图的立法论与摩西律法的影响

作者指出哲学家柏拉图借鉴了摩西的立法思想,摒弃了仅重勇气的米诺斯与吕库古之法,并阐释了政治术与律法的本质,将其最终定义为通达实存者、区分应为与不应为的“正统理性”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25.165

Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις,1 ἐπῄνεσε δὲ ὡς σεμνοτέραν τὴν ἕν τι λέγουσαν καὶ πρὸς δόγμα ἕν νεύουσαν αἰεί· καὶ γὰρ ἰσχύι καὶ σεμνότητι καὶ φρονήσει πρέπειν ἂν μᾶλλον φιλοσοφεῖν ἡμᾶς λέγει2 πρὸς τὸ ἀξίωμα τοῦ οὐρανοῦ ἀμετανοήτως χρωμένους γνώμῃ τῇ αὐτῇ περὶ τῶν αὐτῶν. ἆρ’ οὐ τά κατὰ τὸν νόμον ἑρμηνεύει νεύει πρὸς ἕνα θεὸν ἀφορῶν καὶ δικαιοπραγεῖν ἐντελλόμενος; τοῦ δὲ πολιτικοῦ δύο εἴδη λέγει, τὸ μὲν νομικόν, τὸ δὲ πολιτικὸν ὁμωνύμως ὠνομασμένον, καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τούς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ αὐτοὺς πολιτικοὺς ὀνομάζει, τὸ δὲ ἐπ’ ἴσης τῷ νομικῷ κεκλημένον πολιτικὸν εἴς τε κοσμικὴν μεγαλόνοιαν διαιρεῖ εἴς τε ἰδιωτικὴν σύνταξιν, ἣν κοσμιότητα καὶ ἁρμονίαν καὶ σωφροσύνην ὠνόμασαν, ὅταν ἄρχοντες μὲν πρέπωσι τοῖς ἀρχομένοις, πειθήνιοι δὲ οἱ ἀρχόμενοι τοῖς ἄρχουσι γίγνωνται, ὅπερ ἡ κατὰ Μωυσέα πραγματεία διὰ σπουδῆς ἔχει γενέσθαι.

哲学家柏拉图从摩西关于立法的论述中获益,指责了米诺斯和吕库古仅着眼于勇气的城邦制度,却赞美了那主张单一原则并始终倾向于独一教义的制度更为崇高;因为他说,以力量、威严和明智来进行哲学思考,按照天宇的崇高尊严,对同样的事物始终持有不变的判断,对我们而言乃是更为相称的。他瞩目于独一的上帝并吩咐人秉公行义,难道不正是阐释了律法之事吗?此外,他说政治之术有两种:一种是律法性的,另一种则同名地称为“政治性的”。在同名著作中,他以真正的本义将创造主隐喻为“政治家”,并将那些瞩目于他、在观照的同时以积极和正直行事为人的人同样称作政治家;而那与律法性平起平坐的政治性,他则将其区分为宏观的浩瀚胸怀与私人的秩序建构——人们称后者为谨饬、和谐与节制,此时统治者对被统治者显得相称,而被统治者亦对统治者顺从,而这正是摩西的论著竭力想要促成的。

§1.25.166

ἔτι τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας3 ὁ Πλάτων ὠφεληθείς, τοῖς μὲν Νόμοις τὸν φιλόσοφον τὸν ἐν τῇ Ἐπινομίδι συνέταξεν, τὸν τὴν διέξοδον πάσης γενέσεως διὰ τῶν πλανωμένων εἰδότα, φιλόσοφον δὲ ἄλλον τὸν Τίμαιον, ὄντα ἀστρονομικὸν καὶ θεωρητικὸν τῆς ἐκείνων φορᾶς συμπαθείας τε καὶ κοινωνίας τῆς πρὸς ἄλληλα, ἑπομένως τῇ Πολιτείᾳ συνάπτει, ἔπειτα. τέλος γὰρ οἶμαι τοῦ τε πολιτικοῦ τοῦ τε κατὰ νόμον βιοῦντος ἡ θεωρία· ἀναγκαῖον γοῦν τὸ πολιτεύεσθαι ὀρθῶς, ἄριστον δὲ τὸ φιλοσοφεῖν. ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν ἄν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τά τε πρὸς ἀλήθειαν συλλαμβανόμενα μεθέπων μαθήματα. νόμος δέ ἐστιν οὐ τὰ νομιζόμενα (οὐδὲ γὰρ τὰ ὁρώμενα ὅρασις) οὐδὲ δόξα πᾶσα (οὐ γὰρ καὶ ἡ πονηρά), ἀλλὰ νόμος ἐστὶ χρηστὴ δόξα, χρηστὴ δὲ ἡ ἀληθής, ἀληθὴς δὲ ἡ τὸ ὂν εὑρίσκουσα καὶ τούτου τυγχάνουσα· ὁ ὢν δὲ ἐξαπέσταλκέν με, φησὶν ὁ Μωυσῆς. ᾗ τινες ἀκολούθως δηλονότι τῇ χρηστῇ δόξῃ λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον.

再者,柏拉图获益于〔知晓〕律法性属于生成、政治性属于友谊与和谐,便与《法篇》一并编排了《厄庇诺米斯》里的哲学家,即知晓一切生成经由行星运行之径路的人,又在《理想国》之后连结了另一位哲学家提迈欧,他是一位天文学家,观照着天体的运行以及它们彼此间的感应与交通,接着……。因为我认为,观照无论对于政治家还是按律法生活者而言,都是最终的目的;无论如何,正当地从事城邦治理是必需的,但进行哲学思考才是至善的。凡有理智之人,都会通过将自身的一切力量指向认知而度日,以善行规正生活,鄙弃相反之事,并追求有助于真理的学问。律法不是习俗所认定的事物(正如视力不是所见之物一样),也不是任何意见(因为邪恶的意见并非律法),律法乃是善的意见,善的乃是真实的,真实的乃是寻得并得着那“实存者”的意见: “那自有者差遣了我,”摩西如此说道。显然,正依照这善的意见,有些人称律法为“正统理性”,命令所当行之事,禁止不当行之事。

语法注3 条
  1. 1.25.165τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις

    名词 πολιτείᾳ 为阴性单数与格,而分词 ἀποβλεπομέναις 则为阴性复数与格。这是依意合应(constructio ad sensum),意指米诺斯与吕库古各自制定的两套城邦制度。

  2. 1.25.165πρέπειν ἂν μᾶλλον φιλοσοφεῖν ἡμᾶς λέγει

    在由 λέγει 引导的间接引语中,原本的主表达(如潜在希求法 πρέποι ἄν)转为不定式加 ἄν 的结构(πρέπειν ἄν),其中 ἄν 修饰非人称不定式 πρέπειν(以宾格不定式短语 φιλοσοφεῖν ἡμᾶς 为主语),意为“我们从事哲学思考乃是更为相称的”。

  3. 1.25.166τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας

    介词 πρὸς 搭配属格(πρὸς γενέσεως 与 πρὸς φιλίας)为表示“属于……”、“关乎……”或“偏向于……”的惯用搭配。整个宾格不定式从句表明了柏拉图从中获益(ὠφεληθείς)的认知内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.25.165-1.25.166