← 亚历山太的革利免

杂记

§1.24.161-1.24.164

火柱的引导及其在希腊将领中的模仿

作者以摩西在旷野行军及受火柱引导作为卓越谋略的范例,指出米太亚得与色拉叙布洛斯等希腊将领皆效法此道。进而由火柱的象征意义延伸至希腊古代的圆柱崇拜,阐释上帝的无可摹象性与独一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24.161

τὸ γοῦν στρατήγημα τοῦ Μωυσέως διδάσκει πρὸ τῶν κινδύνων δεῖν τὰ χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν. ἀμέλει γέγονεν ὅπερ καὶ ὑπώπτευσεν· ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφ’ ἵππων καὶ ὀχημάτων, ἀλλ’ ἀπώλοντο θᾶττον ῥαγείσης τῆς θαλάσσης καὶ σὺν ἵπποις καὶ ἅρμασιν αὐτοὺς κατακλυσάσης,ὡς μηδὲ λείψανον αὐτῶν ἀπολειφθῆναι. μετὰ δὲ ταῦτα στῦλος πυρὸς ἑπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν)1 ἦγε νύκτωρ τοὺς Ἑβραίους δἰ ἀβάτου, ἐν πόνοις καὶ ὁδοιπορίαις εἴς τε ἀνδρίαν εἴς τε καρτερίαν γυμνάζων καὶ συμβιβάζων αὐτούς, ἵνα καὶ χρηστὰ τὰ τῆς χώρας μετὰ τὴν πεῖραν τῶν δοκούντων δεινῶν φανῇ, εἰς ἥν ἐξ ἀνοδίας παρέπεμπεν αὐτούς.

因此,摩西的谋略教导人们,必须在危险临头之前明察有利的时机与手段,并依此付诸实施。果然,他所预料的事确实发生了:埃及人驾着马匹与战车前来追击,但随着大海裂开并将他们连人带马车一并淹没,他们旋即覆灭,以致连一个幸存者也未曾留下。在这之后,一道伴随的火柱(因为它是在他们前面引导)在夜间引导希伯来人穿过无人涉足的不毛之地,在劳苦与跋涉中操练并规正他们,使之兼具勇敢与坚忍,以便他们在经历了貌似可怕的苦难之后,方能显出那片土地的美好——他正将他们从无路之处护送到这片土地上去。

§1.24.162

ναὶ μὴν καὶ τοὺς πολεμίους τοὺς τῆς χώρας προκαθεζομένους τροπωσάμενος ἀπέκτεινεν ἐξ ἐρήμου καὶ τραχείας ὁδοῦ (τοιαύτη γὰρ ἡ ἀρετὴ τοῦ στρατηγικοῦ) ἐπιθέμενος αὐτοῖς. ἐμπειρίας γὰρ καὶ στρατηγίας ἔργον ἦν τὸ τὴν χώραν τῶν πολεμίων λαβεῖν. Τοῦτο συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγὸς ὁ τῇ ἐν Μαραθῶνι μάχῃ νικήσας τοὺς Πέρσας ἐμιμήσατο τόνδε τὸν τρόπον· ἤγαγε τοὺς Ἀθηναίους νύκτωρ δἰ ἀνοδίας βαδίσας καὶ πλανήσας τοὺς τηροῦντας αὐτὸν τῶν βαρβάρων· ὁ γὰρ Ἱππίας ὁ τῶν Ἀθηναίων ἀποστὰς ἐπήγαγε τοὺς βαρβάρους εἰς τὴν Ἀττικὴν καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβόμενος ἐφύλαττεν διὰ τὸ τῆς χώρας ἔχειν τὴν ἐμπειρίαν. ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπιθέμενος τοῖς Πέρσαις, ὧν Δᾶτις ἡγεῖτο, τὰ τὸν ἀγῶνα μετ’ ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.2

不仅如此,他还击溃了预先驻守在该地前方的敌军,沿着荒芜险峻的道路发起突袭并将他们歼灭(这正是将帅术的卓越之处)。因为夺取敌人的土地本就是经验与谋略的功绩。 在马拉松战役中击败波斯人的雅典将领米太亚得明察此理,便以下列方式效法:他在夜间沿着无路之地行进,引雅典人前进,迷惑了监视他的蛮族人。因为背叛了雅典人的希庇亚斯已将蛮族人引至阿提卡,且因熟知该地地形,预先占领并把守着各处要隘。因此,要避开希庇亚斯的眼线本是一件难事;故而米太亚得理所当然地并借无路之地与夜色之便,突袭了达提斯所率领的波斯人,与自己统率的军队一道使战局克成全功。

§1.24.163

Ἀλλὰ καὶ Θρασυβούλῳ τοὺς ἐκπεσόντας ἀπὸ Φυλῆς καταγαγόντι καὶ βουλομένῳ λαθεῖν στῦλος ὁδηγὸς γίνεται διὰ τῶν ἀτριβῶν ἰόντι. τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου βωμός ἐστι. πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον αὐτοῖς τῆς ὁδοῦ. λέγεται δὲ καὶ ἐν χρησμῷ τινι· "στῦλος Θηβαίοισι Διώνυσος πολυγηθής, " ἐκ τῆς παρ’ Ἑβραίοις ἱστορίας. ἀλλὰ καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ φησίν· "ἔνδον δὲ θαλάμοις βουκόλων κομῶντα κισσῷ στῦλον Εὐίου θεοῦ." σημαίνει δὲ ὁ στῦλος τὸ ἀνεικόνιστον τοῦ θεοῦ, ὁ δὲ πεφωτισμένος στῦλος πρὸς τῷ τὸ ἀνεικόνιστον σημαίνειν δηλοῖ τὸ ἑστὸς καὶ μόνιμον τοῦ θεοῦ καὶ τὸ ἄτρεπτον αὐτοῦ φῶς καὶ ἀσχημάτιστον.

此外,当色拉叙布洛斯率领被放逐者从费勒归来并企图隐匿行踪时,当他穿过罕有人至的小径时,也有一道柱子成为向导。对于色拉叙布洛斯而言,在无月且暴风雨交加的夜间,可见有一团火在前方引领,这火护送他们未曾跌踬,至穆尼基亚附近方才隐没,如今该处立有福斯福洛斯的祭坛。因此,即使从这桩事上,我们的记载对希腊人而言也当变得可信,即全能的上帝确实能够使火柱在夜间行在希伯来人前面,为他们引路。在某个神谕中亦如此说: “对忒拜人而言,充满喜乐的狄奥尼索斯乃是一根柱子,”这同样源出于希伯来人的历史。此外,欧里庇得斯在《安提俄珀》中亦云: “在牧人的内室中,有常春藤丛生的欢呼之神的柱子。” 柱子象征着上帝的无可摹象性,而发光的柱子除了象征无可摹象性之外,还表明了上帝的挺立与恒常,以及他不蜕变、无形相的光芒。

§1.24.164

πρὶν γοῦν ἀκριβωθῆναι τὰς τῶν ἀγαλμάτων σχέσεις κίονας ἱστάντες οἱ παλαιοὶ ἔσεβον τούτους ὡς ἀφιδρύματα τοῦ θεοῦ. γράφει γοῦν ὁ τὴν Φορωνίδα ποιήσας· "Καλλιθόη κλειδοῦχος Ὀλυμπιάδος βασιλείης, Ἥρης Ἀργείης, ἣ στέμμασι καὶ θυσάνοισι πρώτη ἐκόσμησεν περὶ κίονα μακρὸν ἀνάσσης." ἀλλὰ καὶ ὁ τὴν Εὐρωπίαν ποιήσας ἱστορεῖ τὸ ἐν Δελφοῖς ἄγαλμα Ἀπόλλωνος κίονα εἶναι διὰ τῶνδε· "ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο." Ἀπόλλων μέντοι μυστικῶς κατὰ στέρησιν τῶν πολλῶν νοούμενος ὁ εἶς ἐστι θεός.3 ἀλλ’ οὖν τὸ πῦρ ἐκεῖνο τὸ ἐοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολόν ἐστι φωτὸς ἁγίου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, δἰ οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητῶς δεδώρηται.

无论如何,在雕像的比例结构臻于精妙之前,古人立起圆柱,将它们作为上帝的安放之所来敬奉。例如,《福罗尼斯》的作者写道: “卡利托埃乃奥林匹斯王后、阿尔戈斯之赫拉的司钥者,她最早用花冠与流苏装点女主人的长柱。” 此外,《欧罗巴记》的作者亦藉由下列诗句记载德尔斐的阿波罗雕像原是一根圆柱: “以便我们从神圣的门框与高耸的圆柱上,为神悬挂什一奉献与初熟战利品。” 然而,若依奥秘之理将阿波罗理解为对“多”的否定,他便是独一的上帝。无论如何,那形如柱子的火与荆棘中的火,乃是圣光的象征;这圣光从地上经过,藉着木头再度升回天上,藉着它,用理智观看的能力亦被赐予了我们。

语法注3 条
  1. 1.24.161στῦλος πυρὸς ἑπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν)

    现在分词 ἑπόμενος(“跟随”、“随行”)与括号内的未完成过去时 ὡδήγει ἔμπροσθεν(“在他们前面引导”)之间在空间方向上看似矛盾。此处 ἑπόμενος 宜理解为“伴随”或“相随”(暗指《出埃及记》14:19中云柱火柱移至队伍后方的记载),而插入语则补充说明它原本是在前方开道引路的功用。

  2. 1.24.162τὰ τὸν ἀγῶνα μετ’ ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν

    短语 τὰ τὸν ἀγῶνα 由冠词 τὰ 与名词短语 τὸν ἀγῶνα 构成,作及物动词 κατώρθωσεν(“使成功”、“胜利完成”)的直接宾语,表“有关战役的诸事”。关系代词 ὧν 受其先行词 ἐκείνων 的格吸引而作属格(亦符合动词 ἡγεῖτο 支配属格的用法)。

  3. 1.24.164Ἀπόλλων μέντοι μυστικῶς κατὰ στέρησιν τῶν πολλῶν νοούμενος ὁ εἶς ἐστι θεός

    此句立足于古代对阿波罗(Ἀπόλλων)名字的哲学词源学阐释(否定前缀 ἀ- 加上表示多数的 πολλοί 之属格 τῶν πολλῶν)。分词 νοούμενος 具有条件或状语功能(“当按对多数的否定来理解时”),从而在句法与逻辑上把异教神阿波罗转变为对独一上帝(ὁ εἶς ... θεός)的指涉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.24.161-1.24.164