- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.24.158-1.24.160
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在列举摩西的各项特质后,本文论述了四种王权形态以及战术与理性在美德与军事中的作用。随后阐明了谋略的类型,并解释了摩西为避追击而绕道旷野的将帅之术及其背后的神圣经纶。
Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός, τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνίκα ἂν περὶ προφητείας διαλαμβάνωμεν· τὸ τακτικὸν δὲ μέρος ἂν εἴη τοῦ στρατηγικοῦ, τὸ στρατηγικὸν δὲ τοῦ βασιλικοῦ· πάλιν τε αὖ τὸ νομοθετικὸν μέρος ἂν εἴη τοῦ βασιλικοῦ, καθάπερ καὶ τὸ δικαστικόν. τοῦ δὲ βασιλικοῦ τὸ μὲν θεῖον μέρος ἐστίν, οἷον τὸ κατὰ τὸν θεὸν καὶ τὸν ἅγιον υἱὸν αὐτοῦ, παρ’ ὧν τά τε ἀπὸ γῆς ἀγαθὰ καὶ τὰ ἐκτὸς καὶ ἡ τελεία εὐδαιμονία χορηγεῖται· αἰτεῖσθε γάρ, φησί, τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται. δεύτερον δέ ἐστιν εἶδος βασιλείας μετὰ τὴν ἀκραιφνῶν λογικὴν καὶ θείαν διοίκησιν τὸ μόνῳ τῷ θυμοειδεῖ τῆς ψυχῆς εἰς βασιλείαν συγχρώμενον, καθ’ ὃ εἶδος Ἡρακλῆς μὲν Ἄργους, Ἀλέξανδρος δὲ Μακεδόνων ἐβασίλευσε. τρίτον δὲ τὸ ἑνὸς ἐφιέμενον τοῦ νικῆσαι μόνον καὶ καταστρέψασθαι (τὸ δὲ πρὸς κακὸν ἢ ἀγαθὸν τὴν νίκην ποιεῖσθαι τῷ τοιούτῳ οὐ πρόσεστιν). ᾧ Πέρσαι ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντες συνεχρήσαντο. τοῦ γὰρ θυμοῦ τὸ μὲν φιλόνικον μόνον ἐστιν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς τῷ θυμῷ.
因此,对我们而言,摩西兼具先知性、立法性、战术性、战略性、政治性与哲学性。至于他如何具有先知性,将在其后论及先知职分时另作阐述;而战术术乃是将帅术的一部分,将帅术则是王道之术的一部分;同样,立法术与司法术一样,也是王道之术的一部分。在王道之术中,有一部分是神圣的,即依照上帝及其圣子的统治,地上的福分、身外之善以及完满的福祉皆由他们赐予:因为“你们要祈求,”〔主〕说,“那重大的事,那微小的事便必加给你们了。”第二种王权形式次于纯粹理性的神圣统治,仅借用灵魂中的气概部分来施行统治,赫拉克勒斯统治阿耳戈斯、亚历山大统治马其顿人,皆依此种形式。第三种王权则仅汲汲于一事,即只图征服与倾覆(但将此胜利引向恶抑或善,并不属于此类之人);波斯人远征希腊时所仰仗的正是这种统治。盖在气概之中,一种仅是好胜,为统治本身而建立权柄;另一种则是爱慕美善,灵魂为了美善的目的而借用气概。
τετάρτη δὲ ἡ πασῶν κακίστη ἡ κατὰ τὰς ἐπιθυμίας τάττεται βασιλεία, ὡς ἡ Σαρδαναπάλλου καὶ τῶν τὸ τέλος ποιουμένων ταῖς ἐπιθυμίαις. ὡς πλεῖστα χαρίζεσθαι. τοῦ δὴ βασιλικοῦ τοῦ τε κατ’ ἀρετὴν νικῶντος καὶ τοῦ κατὰ βίαν ὄργανον τὸ τακτικόν,1 ἄλλο δὲ κατ’ ἄλλην φύσιν τε καὶ ὕλην. ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δἰ ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ’ ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ’ ἀληθείας, τὸ τέλος εἰς εὐσέβειαν ἀναφέρων θεοῦ. οὕτω γὰρ τῇ ἀρετῇ χρωμένοις φρόνησις ἡ τάττουσά ἐστι, τὰ μὲν θεῖα ἡ σοφία, τὰ ἀνθρώπεια δὲ ἡ πολιτική, σύμπαντα δὲ ἡ βασιλική. βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δἰ αὐτοῦ πιστεύοντας προσιέμενος. πάντα γὰρ παρέδωκεν ὁ θεὸς καὶ πάντα ὑπέταξεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
第四种王权是一切中最恶劣的,即顺应欲望而设立的王权,如萨达那帕卢斯的王权,以及那些将竭力满足欲望作为终极目的之人的王权。对于王道之术——无论是依美德获胜者,还是依暴力取胜者——战术术皆为其工具,且依本性与质料之不同而表现各异。在武器与作战牲畜方面,灵魂与理智是通过有生命之物与无生命之物进行统序者;而在我们依美德所克制的灵魂诸激情方面,理性便是战术术,它以圣洁印证克制与自守,以真理印证良善的认识,并将终极目的归于向上帝的敬虔。因为对于如此运用美德的人而言,明智乃是统序者:智慧统序神圣之事,政治术统序人事,而王道之术则统序万事。因此,真正的王者乃是依法律统治、拥有统御自愿顺从者之知识的人,正如主接纳信从他并藉着他而信的人一样。因为上帝已将万有交托,并将万有服在我们的君王基督脚下,“叫一切在天上的、地上的和地底下的,因耶稣的名无不屈膝,无不口称‘耶稣基督为主’,使荣耀归与父上帝。”
Ἰδέαις δὲ ἐνέχεται τὸ στρατήγημα τρισίν, ἀσφαλεῖ, παραβόλῳ καὶ τῷ ἐκ τούτων μικτῷ· συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριῶν, ἢ διὰ λόγου ἢ δἰ ἔργων ἢ καὶ δἰ ἀμφοτέρων ἅμα τούτων. ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἢ πείθοντας ἢ βιαζομένους ἢ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι, οἷς ἐμπεριέχεται ἢ τὰ δίκαια ποιοῦντας ἢ ψευδομένους ἢ ἀληθεύοντας,2 ἢ καὶ τούτων ἅμα τισὶ χρωμένους κατὰ τὸν αὐτὸν καιρόν. ταῦτα δὲ σύμπαντα καὶ τὸ πῶς δεῖ χρῆσθαι τούτων ἑκάστῳ παρὰ Μωυσέως λαβόντες Ἕλληνες ὠφέληνται. τύπου δὲ ἕνεκεν ἑνὸς ἢ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικοῦ. Μωυσῆς τὸν λαὸν ἐξαγαγὼν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἦν οἰκονομία, καθ’ ἣν ἐπαιδεύοντο Ἑβραῖοι δἰ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι3 δἰ ὑπομονῆς ἐθιζόμενοι σώφρονος.
谋略包含三种类型:稳妥型、冒险型以及由此二者混合之型;这每一类型皆由三种手段构成,或藉言语,或藉行动,或兼藉此二者。完成所有这一切,可通过劝诱、逼迫,或在报复中施加侵害,其中又包含行义、说谎、吐实,或在同一时机并用其中的若干手段。希腊人从摩西那里领受了所有这些以及如何运用其中的每一种,因而获益良多。为作范例,我将提及一两个将帅术的实例。摩西带领民众出走时,猜想埃及人必来追赶,便舍弃捷径短途,折向旷野,且大半在夜间行军。因为另有一重神圣的经纶,希伯来人藉此经受广大旷野与漫长时间的训练,借着自抑的忍耐,习惯于仅仅相信上帝的存在。
- 1.24.159τοῦ δὴ βασιλικοῦ τοῦ τε κατ’ ἀρετὴν νικῶντος καὶ τοῦ κατὰ βίαν ὄργανον τὸ τακτικόν
τοῦ βασιλικοῦ 是中性名词化的属格短语,指“王道之术”或“王权”,其后的 τοῦ τε κατ’ ἀρετὴν νικῶντος 与 τοῦ κατὰ βίαν 作为同位成分说明其两类。句子的骨干结构为:主语是 τὸ τακτικόν(战术术),表语名词是 ὄργανον(工具),全句意为“战术术乃是王道之术——无论是依美德获胜者还是依暴力取胜者——的工具”。
- 1.24.160ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἢ πείθοντας ἢ βιαζομένους ἢ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι, οἷς ἐμπεριέχεται ἢ τὰ δίκαια ποιοῦντας ἢ ψευδομένους ἢ ἀληθεύοντας
非人称动词 ὑπάρξει(“将有可能……”)统辖不定式 ἐπιτελεῖν,宾格分词 πείθοντας、βιαζομένους、ἀδικοῦντας 与不定式的逻辑主语(泛指的人)保持一致。与格关系代词 οἷς 的先行词是前述的几种手段(劝诱、强迫、报复),其后的宾格分词(ποιοῦντας、ψευδομένους、ἀληθεύοντας)同样与行动主体一致,表示包含于其中的具体行事方式。
- 1.24.160εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι
在表示目的或结果的介词定冠词不定式短语 εἰς τὸ πιστεύειν(“以至于相信……”)内部,包含着作为 πιστεύειν 宾语的“宾格加不定式”结构 τὸν θεὸν εἶναι(“上帝存在”)。此处的 εἶναι 不带表语,作为表示存在的完全动词使用。
