- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.23.155-1.23.157
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特引用以西结的悲剧《出埃及》记述摩西的成长与杀人事件,论述其放牧生活是对统治领导的预备训练,并辩护称以色列人带走埃及财物乃属正当取回应得报酬与报复。
Περὶ δὲ τῆς ἀνατροφῆς τοῦ Μωυσέως συνᾴσεται ἡμῖν καὶ ὁ Ἐζεκίηλος ὁ τῶν Ἰουδαϊκῶν τραγῳδιῶν ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐξαγωγή γράφων ὧδε ἐκ προσώπου Μωυσέως· "ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτούς, πόλεις τ ἐπύργου, σφῶν ἕκητι δυσμόρων·1 ἔπειτ’ ἐκήρυσ’ ἡμῖν, Ἑβραίων γένει, τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν· οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρ’ ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ. Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας· κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον. ἰδοῦσά δ’ εὐθὺς κἀλεοῦσ’ ἀνείλετο, ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ ἐκ τῶν Ἑβραίων; ἡ δ’ ἐπέσπευσεν κόρην. μολοῦσα δ’ εἶπεν μητρί, καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ κἄλαβέν μ’ εἰς ἀγκάλας. εἶπεν δὲ θυγάτηρ βασιλέως· τοῦτον, γύναι, τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. ὄνομα δὲ Μωυσῆν ὠνόμαζ’, ὅτου χάριν ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος. ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα, ἅπαντα μυθεύσασα καὶ λέξασά μοι, γένος πατρῷον καὶ θεοῦ δωρήματα. ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον. τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθ’ ὑπισχνεῖτο, ὡς ἀπὸ σπλάγχνων ἑῶν· ἐπεὶ δὲ πλήρης κύκλος ἡμερῶν παρῆν. ἐξῆλθον οἴκων βασιλικῶν."
关于摩西的受抚育,犹太悲剧诗人以西结在题为《出埃及》的剧作中以摩西的口吻如此写道,亦与我们相合: “因见我族繁衍众多, 法老王便针对我们设下重重诡计, 以制砖与繁重的营造工程折磨生灵, 凭这些薄命之人的劳苦筑起城池。 随后他向我们希伯来一族颁布敕令, 将男婴抛入奔流深河。 彼时,生我的母亲按她所言, 将我隐藏了三月;及至无法再行掩蔽, 便为我包上包裹,将我弃置 河畔那茂密深陷的泽地之中。 而我的姐姐玛丽亚姆在近旁窥伺。 随后,王的女儿与众侍女一同 下临河边,欲以沐浴涤净年轻的肌肤。 她一见便动了恻隐之心将我拾起, 并认出是个希伯来婴儿;我的姐姐玛丽亚姆 奔至王女跟前,说了这番话: ‘您可愿我速速为您给这孩子 寻一位希伯来妇人做乳母?’ 王女便催促那少女。 她去告诉了母亲,转瞬之间 母亲本人便已在场,将我抱入怀中。 王的女儿说道: ‘妇人,抚育这孩子,我必偿付你的工钱。’ 她起名叫摩西,皆因 她将〔我〕从潮湿的河岸边捞起。 待我幼童的时期过去, 母亲将我领至王女的宫阙, 并将宗族的谱系与神的恩赐, 一切都已向我讲述说明。 我们在孩童时期, 她以王家的哺育与教育允诺提供一切, 视我如同己出; 及至岁月的周折圆满, 我便离开了王家的居所。”
ἔπειτα τὴν διαμάχην τοῦ θ’ Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτως· "τί τύπτεις ἀσθενέστερον σέθεν; ὃ δ’ εἶπεν· ἡμῖν τίς σ’ ἀπέστειλεν κριτὴν ἢπιστάτην ἐνταῦθα; μὴ κτενεῖς δέ με2 ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· πῶς ἐγένετο συμφανὲς τόδε;" φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν ποιμενικῇ· προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική. ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν.
随后,在叙述了希伯来人与埃及人的争斗以及在沙土中掩埋埃及人的事之后,他又针对另一场争斗如此说道: “‘你为何击打比你弱小之人?’ 而那人说道: ‘谁派你到我们这里来作审判官或监督者的?难道你也要杀我, 如同昨日杀了那人一样吗?’ 我心中惧怕, 便说道: ‘此事怎会为人所知?’” 于是他自彼处逃亡,牧放羊群,借放牧之术预先受训以备统治;盖放牧之术乃是王权的预备训练,专为那将要统理人类中最温顺之羊群的人而设,正如同打猎之术本就适用于好战之人一般。神便从那里引导他去统率希伯来人。
ἔπειτα νουθετοῦνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δὲ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν τοῦ θεοῦ. ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δἰ ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε, ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν3 ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν4 ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους τῇ καταδουλώσει. εἴτ’ οὖν ὡς ἐν πολέμῳ φαίη τις τοῦτο γεγονέναι, τὰ τῶν ἐχθρῶν φέρειν ἠξίουν νόμῳ τῶν κεκρατηκότων ὡς κρείττονες ἡττόνων (καὶ τοῦ πολέμου ἡ αἰτία δικαία· ἱκέται διὰ λιμὸν Ἑβραῖοι ἧκον πρὸς Αἰγυπτίους· οἳ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες), εἴτε ὡς ἐν εἰρήνῃ, μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων, ἀλλὰ ἀποστερούντων.
其后,屡屡愚顽的埃及人屡受劝诫,希伯来人则成了旁观者,看着他人承受灾祸,自己毫无危险地深知神的大能。再者,由于埃及人不凭听闻接纳大能的效验,出于愚妄如顽童般不信,彼时便正如俗语所说,“蠢人也是事后方知”;后来希伯来人出离时,带走了埃及人的许多战利品,并非如控告者所言是出于贪财(因为神并非在劝诱他们贪恋他人之物),而是首先作为他们在整个时期服事埃及人所应得的必要报酬,其次也是以某种方式进行报复,借着搬走战利品使贪财的埃及人承受痛苦,正如埃及人曾以奴役使希伯来人痛苦一般。因此,无论有人说这是发生在战争中,他们依战胜者的法规,作为强于弱者的一方,认为理当夺取仇敌的财物(且这战争的起因完全正当:希伯来人因饥荒作为求告者来到埃及人那里,而后者却奴役了这些宾客,迫使他们如俘虏般侍奉自己,连工钱也不付给),抑或说这是发生在和平时期,他们乃是从长期不付工钱反行剥夺的非自愿者手中,以战利品的形式取回了工钱。
- 1.23.155σφῶν ἕκητι δυσμόρων
介词 ἕκητι(“因……之故”、“借由……”)支配代词属格 σφῶν 和形容词 δυσμόρων(“薄命之人”)。此处并非指自愿的好意,而是指借助这些不幸的希伯来人所付出的劳苦与牺牲来建造城池。
- 1.23.156μὴ κτενεῖς δέ με
疑问句中 μή 搭配将来时直陈式(κτενεῖς),表达带有畏惧或戒备的否定揣测:“难道你真打算杀我吗?”此处直陈将来时起到了类似于表达疑虑不安的虚拟语气的作用。
- 1.23.157ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν
引用并改编了荷马《伊利亚特》(如17.32)中的谚语“ῥεχθὲν δέ τε νήπιος ἔγνω”(蠢人也是事后方知),将单数主语和动词调整为复数(οἱ νήπιοι ἔγνωσαν),以呼应上下文中的埃及人(复数)。
- 1.23.157ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν
关系代词 ὧν 受省略的先行词属格 [τούτων](依赖于 μισθὸν)的影响而发生引申吸引(attraction),意为“为他们在整个时期内服事埃及人的事所应得的报酬(μισθὸν τούτων ὧν...)”。
